2. Αἵματος πολλοῦ ῥυέντος σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος
3. κακόν.
5. Οὐκ ἄλλο μέντοι νομιστέον δηλοῦσθαι ἐκ τοῦ πρόσθεν
6. ὀνόματος τοῦ θανάσιμον, ἄλλο δ’ ἐκ τοῦ νῦν τοῦ κακόν.
7. εἴωθε γὰρ ὁ Ἱπποκράτης ἐκεῖνα τῶν συμπτωμάτων ὀνομάζειν
8. οὕτως, οἷς ἐπιγίνεται πολλάκις καὶ θάνατος. εἰ δὲ τῷ
9. μᾶλλόν τε καὶ ἧττον ἀλλήλων δόξειεν τὰ ὀνόματα διαφέρειν,
10. μείζονα τὸν κίνδυνον ἐνδείξαιτ’ ἂν ἢ θανάσιμον φωνὴ τῆς
11. κακόν. ὁ γοῦν ἐπὶ πολλῇ κενώσει τοῦ αἵματος γιγνόμενος
12. σπασμὸς ἐκ θατέρου γένους ἐστὶ τῶν ποιούντων αὐτὸν αἰτίων,
13. ὡς προείρηται.