2. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ὑπό τινος τῶν ὀξέων
3. νοσημάτων ληφθῆναι θανάσιμον.
5. Εἰκότως· ἐάν τε γὰρ πυρετῶδες ᾖ τὸ νόσημα, συνεχεῖς
6. ἀνάγκη τοὺς πυρετοὺς ἔχειν αὐτό. τοιοῦτο γάρ ἐστι τὸ ὀξὺ
7. καὶ κίνδυνος ἐν τῷδε διττὸς, εἷς μὲν αὐτοῦ τοῦ πυρετοῦ
8. ἀναιροῦντος τὸ ἔμβρυον, ἕτερος δ’ ὅτι διὰ μακροῦ μὲν τρέφοντες
9. ἐνδείᾳ τροφῆς ἀναιροῦμεν τὸ ἔμβρυον. εἰ δ’ ἵνα
10. τοῦτο διασώσωμεν, ἀφειδήσομεν τοῦ συνεχῶς τρέφειν, αὐξήσαντες
11. τῇ τῶν τροφῶν ἀκαιρίᾳ τοὺς συνεχεῖς πυρετοὺς,
12. ἀποκτενοῦμεν τὴν κύουσαν, οὕτω δὲ κἂν χωρὶς πυρετοῦ
13. τῶν ἄλλων τι γένηται νοσημάτων ὀξέων, οἷον ἐπιληψία ἢ
14. ἀποπληξία ἢ σπασμὸς ἢ τέτανος ἅμα τῷ μεγέθει καὶ τῇ
15. συντονίᾳ τοῦ νοσήματος, ἀδύνατον ἐξαρκέσαι τὴν κάμνουσαν.