2. Γυνὴ ἐν γαστρὶ ἔχουσα φλεβοτομηθεῖσα ἐκτιτρώσκει, καὶ
3. μᾶλλον, εἰ μεῖζον εἴη τὸ ἔμβρυον.
5. Ἐνδείᾳ τροφῆς φθείρεται τὸ ἔμβρυον οὐ μόνον
6. ἐκ τῆς φλεβοτομίας, ἀλλὰ κἀν ταῖς μικροτέραις ἀσιτίαις,
7. ἐπιδείξομεν δὲ τοῦτο μικρὸν ὕστερον καὶ δι’ ἄλλων
8. ἀφορισμῶν. εἰκότως οὖν τὸ ἔμβρυον τὸ μεῖζον μᾶλλον
9. φθείρεται, φλεβοτομηθείσης τῆς γυναικὸς, διὰ τὸ πλείονος
10. δεῖσθαι τροφῆς.