13. Γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμηνίων ῥαγέντων λύσις
14. γίνεται.
16. Εἰκότως· ἀντίσπασίς τε γὰρ ἅμα καὶ κένωσις
17. ἔσται τοῦ τὴν ὁρμὴν εἰληφότος αἵματος ἄνω· τουτὶ μὲν
18. οὖν καὶ ἡ πεῖρα διδάσκει συμφερόντως γιγνόμενον, ἐξ αὐτῆς
1. δ’ ὁρμηθέντες καὶ ἡμεῖς μιμησόμεθα τὰ καλῶς ὑπὸ
2. τῆς φύσεως ἀποτελούμενα καὶ διὰ φλεβοτομίας κενώσομεν
3. τὰς οὕτω πάσχουσας.