6. Γυναικὶ τῶν καταμηνίων ἐκλειπόντων αἷμα ἐκ τῶν ῥινῶν
7. ῥυῆναι ἀγαθόν.
9. Ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστι τὸ καλῶς ἐφ’ ἑκάστῳ μηνὶ
10. κενούμενον αἷμα, ἐπειδὰν κατά τινα διάθεσιν ἐπισχεθῇ,
11. βλάπτειν τὴν γυναῖκα καὶ ὅ τι δι’ ἑτέρου χωρίου κενουμένου
12. ἰάσεται τῆς βλάβης τὸ πᾶν σῶμα πρόδηλον παντί. πολλῶν
13. δ’ ὄντων χωρίων δι’ ὧν ἐκκενοῦσθαι δύναται, τοῖς μὲν ἄλλοις
14. ἅπασι πρόσεστί τις μείζων ἢ ἐλάττων βλάβη. μόνη δ’
15. ἡ διὰ τῶν ῥινῶν κένωσις ἄλυπός ἐστιν, ἣν ἐπαινεῖ νῦν ὁ
16. Ἱπποκράτης. οὐ μὴν οὐδ’ εἴ τις ἄλλη κένωσις ἄλυπος εὑρίσκοιτο,
17. τούτου χάριν ὁ ἀφορισμὸς ψευδής ἐστιν. οὐ γὰρ
18. ὅτι μόνη κένωσις ἡ διὰ τῶν ῥινῶν ἀγαθὴ τῶν καταμηνίων
1. ἐκλειπόντων εἴρηκεν, ἀλλ’ ἁπλῶς ἐπῄνεσεν αὐτὴν, μὴ προσθεὶς
2. ὅτι μόνη. κἂν τὴν δι’ ἕδρας οὖν τὴν ἀγαθὴν εἶναι
3. λέγῃ ταῖς οὕτως ἐχούσαις γυναιξὶν, οὐ μάχεται τῷ ἀφορισμῷ.
4. φαίνεται γὰρ ἐνίοτε δι’ ἑνὸς ὡς παραδείγματος ὁ
5. Ἱπποκράτης ἀποφαινόμενος ὑπὲρ τῶν ὁμοίων ἁπάντων.