16. Γυναικὶ ὑπὸ ὑστερικῶν ἐνοχλουμένῃ ἢ δυστοκούσῃ
17. πταρμὸς ἐπιγενόμενος ἀγαθόν.
1. Ἀσαφές ἐστι τὸ τὸν κατὰ ἀφορισμὸν ὄνομα τὸ ὑστερικῶν.
2. ἔνιοι μὲν γὰρ ἀκούουσιν ἐπὶ πασῶν κατὰ τὰς ὑστέρας
3. διαθέσεων, ἔνιοι δὲ ἐπὶ μόνων ἐκείνων αἷς ἕπεται πάθος
4. ὃ προσαγορεύουσιν ὑστερικὴν πνίγα, καίτοι γε οὐ πνίγα
5. κατ’ ἀλήθειαν οὖσαν, ἀλλ’ ἄπνοιαν. ἔνιοι δ’ ἐπὶ τῶν χωρίων
6. ἀκούουσιν, ἐπειδὴ καὶ ταῦτα τὰ ὕστερα καλοῦσιν.
7. ἀλλ’ οὗτοι μὲν ἄντικρυς ἁμαρτάνουσιν, εἰ καὶ ὅτι μάλιστα
8. δοκοῦσιν ἀληθεύειν, ἐν τῷ καταῤῥήγνυσθαι τὰ ἐν τῇ μήτρᾳ
9. κατεχόμενα χωρία πρὸς τῶν πταρμῶν. ἄλλος τε γὰρ ὑπὲρ
10. τούτων ἀφορισμὸς αὐτῷ γέγραπται καὶ διαφέρει πάμπολυ
11. καὶ κατὰ τοὔνομα τὰ ὕστερα τῶν ὑστερικῶν. ψεῦδός γε
12. μήν ἐστι καὶ τὸ περὶ πάντων τῶν κατὰ τὰς ὑστέρας παθῶν
13. εἰρῆσθαι τὸν λόγον. οὔτε γὰρ ἑλκώσεις οὔτε φλεγμονὰς
14. οὔτ’ ἐρυσιπέλατα, καθάπερ οὐδ’ ἀποστήματα πταρμὸς
15. ὀνίνησιν. ἀληθὲς δὲ τὸ καὶ κατὰ ὑστερικὰς ἀπνοίας ἐπιγινομένου
16. πταρμοῦ ῥᾳστωνεῖν τὰς καμνούσας, οὐ μόνον ὅτι
17. σημεῖον ἀγαθόν ἐστιν αὐτομάτως ἐπιγενόμενος ὁ πταρμὸς
18. ταῖς οὕτως ἐχούσαις, ἀλλὰ καὶ αἴτιον ὥσπερ τι βοήθημα
1. τοῦ πάθους γινόμενος. σημεῖον μὲν οὖν ἀγαθόν ἐστι, διότι
2. δηλοῖ τὴν φύσιν ἔμπροσθεν νεναρκωμένην, ἐπεγείρεσθαί τε
3. καὶ ἀναζωπυρεῖσθαι καὶ τῶν οἰκείων κινήσεων ἀναμιμνήσκεσθαι,
4. ὁπότε γε καὶ ἀποτίθεταί τινα τῶν περιττωμάτων.
5. ἐδείχθη γὰρ ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις ὁ πταρμὸς
6. οὕτω γινόμενος, αἴτιον δὲ τῆς ὠφελείας, ὅτι τῷ σφοδροτέρῳ
7. κλόνῳ καὶ βρασμῷ τοῦτο μὲν ἐπεγείρει τὴν φύσιν,
8. τοῦτο δ’ ἐκκρίνει τὰ δυσεκκρίτως ἐμπεπαρμένα τοῖς μορίοις
9. τοῦ σώματος. οὕτω γὰρ καὶ τὴν λύγγα πέφυκεν
10. ἰᾶσθαι.