16. Ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγινόμενος
17. κακόν.
1. Ὅπερ ἐνίοτε τοῖς ἐλλέβορον εἰληφόσιν ἐλέγομεν γίγνεσθαι,
2. τοῦτο νῦν ὑπὲρ ἁπάντων ἀπεφήνατο τῶν ὁπωσοῦν
3. καθαιρομένων. σπῶνται γὰρ οἱ ὑπερκαθαιρόμενοι κατὰ τὰς
4. εἰρημένας αἰτίας ἐπὶ τὸν ἐλλέβορον εἰληφότων, κίνδυνός τε
5. καταλαμβάνει τοὺς οὕτω κάμνοντας οὐ μικρὸς, ἐπειδὴ πολὺ
6. χείρων ἐστὶν ὁ ἐπὶ κενώσει σπασμὸς τοῦ διὰ πλήρωσιν.
7. ὅτι δὲ καὶ ὁ λυγμὸς σπασμός ἐστι στομάχου κατὰ τὸν Ἱπποκράτην
8. γινώσκομεν δήπου.