6. Γυναιξὶν ὁκόσῃσιν ἐς τοὺς τιτθοὺς αἷμα συστρέφεται,
7. μανίην σημαίνει.
9. Ὅτι μὲν εἰς τοὺς τιτθοὺς τὸ αἷμα φερόμενον, εἷθ’ ὑπὸ
10. τῶν αὐτόθι ἀδένων μεταβαλλόμενον γάλα γίγνεται, κατὰ τὸν
11. προγεγραμμένον ἀφορισμὸν εἴρηται. νυνὶ δ’ ὅταν ἀμετάβλητον
12. διαμένῃ τὸ παραγενόμενον εἰς αὐτοὺς αἷμα, φησὶν
13. ὁ Ἱπποκράτης μανίην σημαίνεσθαι. ἐγὼ μὲν οὖν οὔπω
14. τοῦτο γινόμενον ἐθεασάμην, ὥστ’ εἰ καὶ γίνεται ποτὲ μὲν
15. τῶν σπανίων ἐστίν. ὁ Ἱπποκράτης δ’ ὡς ἑωρακὼς αὐτὸ
16. γράφει· καὶ εἴπερ γε ἀληθές ἐστι, τοιάνδε τινα χρὴ νομίζειν
17. αὐτῆς τὴν αἰτίαν ὑπάρχειν. τῶν ἀδένων ἡ φύσις
18. καὶ μάλιστα κατὰ τοὺς τιτθοὺς ἄναιμός τέ ἐστι καὶ δηλονότι
1. ψυχρά. τὸ γὰρ ἄναιμον ἅπαν ψυχρὸν, καὶ δὴ καὶ τὴν
2. τοῦ φερομένου πρὸς αὐτοὺς αἵματος ἀλλοίωσιν ἐπὶ τὸ ψυχρότερον
3. ἐργάζεται. ὅσῳ γάρ εἰσιν οἱ ἀδένες οὗτοι τῆς
4. τοῦ ἥπατος σαρκὸς ψυχρότεροι, τοσοῦτον τὸ γάλα τοῦ αἵματος.
5. ὅταν οὖν ποτε πολύ τε ἅμα καὶ ζέον αἷμα πάντῃ
6. τοῦ σώματος ἀναφέρηται καὶ μάλιστα ἐπὶ τὴν κεφαλὴν, μανήσονται
7. μὲν, ὅτι τὴν κεφαλὴν καταλαμβάνει τὸ τοιοῦτον
8. αἷμα· τὸ δ’ ἐπὶ τοὺς τιτθοὺς ὁρμῆσαν αὐτοῦ τὴν εἰς τοὐναντίον
9. οὐ δυνήσεται λαβεῖν ἀλλοίωσιν ὡς γενέσθαι γάλα,
10. διά τε τὴν ζέσιν καὶ τὸ πλῆθος.