11. Γυνὴ ἢν μὲν ἄῤῥεν κύῃ, εὔχρους ἐστὶ, ἢν δὲ θῆλυ, δύσχρους.
13. Ὡς πρὸς ἑαυτὴν κρινουμένης τῆς γυναικὸς οὐ πρὸς
14. ἑτέραν ἡ διάγνωσις ἀπό τε τῆς εὐχροίας δηλονότι καὶ τῆς
15. δυσχροίας εἴρηται τῷ Ἱπποκράτει. ἑαυτῆς γὰρ ἀχρουστέρα
16. φαίνεται κύουσα τὸ θῆλυ, διότι ψυχρότερόν ἐστι τὸ θῆλυ
1. τοῦ ἄῤῥενος· οὐκ ἂν δὲ συνελήφθη τοιοῦτον, εἰ μὴ τό τε
2. σπέρμα τἀνδρὸς ἥ θ’ ὑστέρα τῆς γυναικὸς ψυχρότερα κατ’
3. ἐκεῖνον τὸν χρόνον ἦν ἐν ᾧ συνελάμβανε, διὸ καὶ τοῦ πλειστάκις
4. ἔχεται τὸ λεγόμενον. ἐνδέχεται γὰρ οὕτω καλῶς
5. ἅπαντα πρᾶξαι τὴν γυναῖκα μετὰ τὸν τῆς λήψεως καιρὸν,
6. ὡς εὔχρουν γενέσθαι. δῆλον δὲ ὅτι καὶ ἄλλα ἐστὶ γνωρίσματα
7. κύειν ἄῤῥεν, ὥσπερ αὐτοῦ τοῦ κυουμένου τό
8. τε πλῆθος καὶ ἡ ἰσχὺς τῶν κινήσεων, οὐδ’ αὐτὰ τῶν διηνεκῶν
9. ὄντα σημείων. ἐνδέχεται γάρ ποτε κατὰ τὸ σπάνιον
10. καὶ θῆλυ κυόμενον ῥωμαλεώτερον ἄῤῥενος ἰσχυράς τε ἅμα
11. καὶ πολλὰς κινεῖσθαι κινήσεις, καί ποτε τὸ ἄῤῥεν ἀσθενέστερον
12. τοῦ θήλεος ὑπάρχειν, ἐλάττους τε καὶ ἀμυδροτέρας
13. κινήσεις κινεῖσθαι.