16. Ἢν γυναικὶ κυούσῃ ἐρυσίπελας ἐν τῇ ὑστέρῃ γένηται,
17. θανατῶδες.
1. Ἆρά γε τὸ ἐρυσίπελας ἡγεῖται μόνον ἐν τῇ
2. μήτρᾳ συνιστάμενον ἐπὶ τῆς κυούσης θανατῶδες ὑπάρχειν,
3. ἢ καὶ τὴν ἰδίως ὀνομαζομένην φλεγμονήν; ὅτι μὲν γὰρ ἐρυσιπέλατος
4. γινομένου τεθνήξεται τὸ ἔμβρυον ἐξ ἀνάγκης εὔδηλον,
5. εἴ γε καὶ ὀξεῖς πυρετοὶ πολλάκις ἀναιροῦσιν αὐτὸ
6. χωρὶς ἐρυσιπέλατος· εἰ δὲ καὶ φλεγμηνάσης τῆς μήτρας
7. δυνήσεταί ποτε διαζῆσαι τὸ ἔμβρυον ἄξιον σκέψεως.