10. Ὁκόσαι παρὰ φύσιν λεπταὶ ἐοῦσαι ἐν γαστρὶ ἔχουσιν ἐκτιτρώσκουσι
11. δίμηνα πρὶν ἢ παχυνθῆναι.
13. Κατὰ τρεῖς τρόπους ἀκηκόασιν οἱ ἐξηγησάμενοι τὸ βιβλίον
14. τῆς διανοίας τοῦ προκειμένου νῦν ἀφορισμοῦ. τινὲς
15. μὲν γὰρ ἡγοῦνται πάντως ἐκτιτρώσκειν αὐτὰς, τινὲς
16. δὲ, εἰ μὴ παχυνθεῖέν τε καὶ ἀνατραφεῖεν, ἀλλὰ διαμένοιεν
17. ἄτροφοί τε καὶ ἰσχναί· τινὲς δὲ, ὅταν ἀνατρέφωνται, τότε
18. μάλιστα ἐκτιτρώσκουσιν, ὃ καὶ δοκεῖ τῶν προειρημένων ἀπιθανώτερον
1. ὑπάρχειν· ἀλλ’ ὅμως οὕτως ἐξηγήσατο τὸν ἀφορισμὸν
2. Νουμησιανὸς, εἰρῆσθαι μὲν φάσκων ἐπὶ τῶν παρὰ
3. φύσιν ἰσχνῶν γεγενημένων, δεομένων δὲ ἀνατραφῆναι πρότερον,
4. εἶτα φθανουσῶν λαβεῖν, ἃς οὐχ οἷόν τε εἶναί φησιν
5. ἀνατραφῆναι χωρὶς τοῦ τὸ χορηγούμενον αἷμα εἰς τροφὴν
6. τῷ κυουμένῳ πρὸς τὴν τῆς κυούσης ἀναλαμβάνεσθαι θρέψιν,
7. ὥστε εἰκότως ἀποροῦν αὐτάρκους τροφῆς τὸ ἔμβρυον
8. ἀποφθείρεσθαι. ἀλλὰ καὶ τοῦ παρὰ φύσιν λεπταὶ τινὲς μὲν
9. οὕτως ἤκουσαν ὡς ὁ Νουμησιανὸς, ἵνα παρὰ τὴν ἑαυτῆς
10. φύσιν ἡ κύουσα εἴη γεγενημένη λεπτὴ, τινὲς δὲ τὸ ὑπερβαλλόντως
11. φασὶ σημαίνεσθαι, δηλοῦν βουλομένου τοῦ Ἱπποκράτους
12. ὡς οὐχ αἱ μετρίως λεπτυνθεῖσαι τοῦτο πάσχουσιν
13. ἐξ ἀνάγκης, ἀλλ’ ὅσαι κατελεπτύνθησαν ἱκανῶς. ἑκατέρα δὲ
14. ἡ ἐξήγησις ἔχει τινὰ λόγον.