17. Ὁκόσαι δὲ μετρίως τὸ σῶμα ἔχουσαι ἐκτιτρώσκουσι
18. δίμηνα καὶ τρίμηνα ἄτερ προφάσιος φανερῆς, ταύτῃσιν
1. αἱ κοτυληδόνες μύξης μεσταί εἰσι καὶ οὐ δύνανται γοῦν
2. κρατέειν ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλ’ ἀποῤῥήγνυνται.
4. Ἄτερ φανερᾶς προφάσεως λέγει πυρετοῦ σφοδροῦ καὶ
5. γαστρὸς ῥεύματος ἢ αἱμοῤῥαγίας ἢ ἐρυσιπέλατος ἐν αὐτῇ
6. τῇ μήτρᾳ συστάντος ἢ πηδησάσης σφοδρότερον τῆς κυούσης
7. ἢ κραξάσης ἢ λυπηθείσης ἢ θυμωθείσης ἢ φοβηθείσης ἢ
8. ἐνδεῶς διαιτηθείσης ἤ τι τοιοῦτον ἕτερον διαπραξάσης ἢ
9. παθούσης. εἰκὸς γὰρ ταῖς τοιαύταις μυξώδη τὰ στόματα
10. τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων ὑπάρχειν, ἐξ ὦν
11. ἤρτηται τὸ χωρίον, ἃ δὴ καὶ κοτυληδόνας ὠνόμασεν, οὐχ
12. ὡς ἔνιοι νομίζουσι τὰς ἐπιτρεφομένας ἀδενώδεις σάρκας
13. αὐταῖς. ἔν τε γὰρ τῷ πρώτῳ τῶν γυναικείων αὐτός φησιν,
14. ἢν δὲ αἱ κοτυληδόνες φλέγματος περίπλεες ἔωσι, τὰ καταμήνια
15. γίνεται ἐλάσσονα, καὶ ὁ Πραξαγόρας ἐν τῷ πρώτῳ
16. τῶν φυσικῶν, κοτυληδόνες δέ εἰσι τὰ στόματα τῶν φλεβῶν
17. καὶ τῶν ἀρτηριῶν τῶν εἰς τὴν μήτραν φερουσῶν.