2. Ὁκόσαι παρὰ φύσιν παχεῖαι ἐοῖσαι μὴ ξυλλαμβάνουσιν ἐν
3. τῇ γαστρὶ, ταύτῃσι τὸ ἐπίπλοον τὸ στόμα τῶν ὑστερέων
4. ἀποπιέζει καὶ πρὶν ἢ λεπτυνθῆναι οὐ κύουσιν.
6. Τοῦ παρὰ φύσιν διχῶς ἀκούουσι κἀνταῦθα· τινὲς μὲν
7. τὸ ὑπερβαλλόντως δηλοῦσθαι νομίζοντες, τινὲς τὸ παρ’ αὐτὴν
8. αὐτῆς τῆς κυούσης τὴν φύσιν. ἀληθέστερον δὲ τὸ
9. πρότερον. ὑπὸ γάρ τοι τῆς κατὰ τὸ ἐπίπλοον πιμελῆς ἀποπιέζεται
10. καὶ στενοχωρεῖται τὸ τῆς ὑστέρας στόμα ταῖς
11. ὑπερβαλλόντως παχείαις γινομέναις. λέγει δὲ νῦν στόμα
12. δηλονότι τὸ ἔνδον, ἔνθα τελευτᾷ μὲν ἡ μήτρα, ὁ
13. δ’ αὐχὴν ἄρχεται, ὃ καὶ κυριώτερον ἂν ὑστέρας ὀνομάζοιτο
14. στόμα. τὸ γὰρ ἕτερον πέρας τοῦ αὐχένος, τὸ συνάπτον
15. τῷ γυναικείῳ αἰδοίῳ, οὐ τῆς μήτρας, ἀλλὰ τοῦ αὐχένος
16. αὐτῆς εἰκότως ἄν τις ὀνομάσειε στόμα.