11. Ἔμβρυα τὰ μὲν ἄῤῥενα ἐν τοῖσι δεξιοῖσι, τὰ δὲ θήλεα ἐν
12. τοῖσιν ἀριστεροῖσι μᾶλλον.
14. ὅτι διὰ τὴν κρᾶσιν εὐθὺς ἐξ ἀρχῆς οὖσαν θερμοτέραν
15. ἄῤῥεν γίγνεται τὸ ἔμβρυον ἐν τοῖσι περὶ σπέρματος
16. ὑπομνήμασιν ἐπιδέδεικται. θερμοτέρα δὲ ἡ κρᾶσις γίγνεται
17. τοῖς ἐμβρύοις οὐχ ἥκιστα καὶ διὰ τὸ χωρίον, ὅπερ ἐστὶ τὸ
1. δεξιὸν τῆς ὑστέρας μόριον, αὐτίκα δὲ τοῦτο θερμότερόν
2. ἐστι τῇ γειτνιάσει τοῦ ἥπατος. εἴη δ’ ἄν τι πρὸς τὴν θερμότητα
3. τοῦ κυουμένου συντελοῦν καὶ τὸ τῆς θηλείας σπέρμα
4. προερχόμενον μὲν ἐκ τῶν οἰκείων ὄρχεων δι’ ἑκατέρας
5. τῆς κεραίας, τὸ μὲν εἰς τὸν δεξιὸν κόλπον τῆς μήτρας, τὸ
6. δὲ εἰς τὸν ἀριστερὸν, ἀνόμοιον ὑπάρχον, ὡς καὶ τοῦτ’ ἐπεδείξαμεν.
7. εἴπερ οὖν ὀῤῥωδέστερόν ἐστι καὶ ψυχρότερον τὸ
8. κατὰ τὸν ἀριστερὸν ὄρχιν σπέρμα, καὶ κατὰ τοῦτ’ ἂν εἰκότως
9. ἐν τοῖς ἀριστεροῖς μέρεσι τῆς μήτρας τὸ συνιστάμενον
10. εὐθὺς ἐξ ἀρχῆς κύημα γίγνοιτο ψυχρότερον. εἴρηται δὲ
11. περὶ τῶν τοιούτων ἁπάντων αὐτάρκως κἀν τῷ πέμπτῳ
12. τῶν Ἱπποκράτους ἀνατομικῶν.