15. Ἐς ὑστέρων ἐκπτώσιας πταρμικὸν ἐπιτιθεὶς ἐπιλαμβάνειν
16. τοὺς μυκτῆρας καὶ τὸ στόμα.
18. Οὐ περισπῶντας χρὴ τὴν ὑστάτην συλλαβὴν ἀναγιγνώσκειν
19. ὑστερῶν, ἀλλὰ βαρύνοντας ὑστέρων. οὐ γὰρ δὴ αὐτὰς
1. τὰς ὑστέρας ἐκπεσεῖν βούλεται διὰ τῆς γινομένης ἐντάσεως
2. διὰ τῶν πταρμικῶν φαρμάκων, ἀλλὰ τὰ καλούμενα
3. χόριά τε καὶ ὕστερα.