11. Ἢν μεθύων ἐξαίφνης ἄφωνός τις γένηται, σπασθεὶς ἀποθνήσκει,
12. ἢν μὴ πυρετὸς ἐπιλάβῃ ἢ ἐς τὴν ὥρην ἐλθὼν
13. καθ’ ἣν αἱ κραιπάλαι λύονται, φθέγξηται.
15. Πληρουμένων τῶν νεύρων ὁ τοιοῦτος ἐπιγίνεται σπασμός.
16. εἴωθε δὲ ῥᾳδίως αὐτὰ πληροῦν ὁ οἶνος, ὡς ἂν θερμὸς
17. ὑπάρχων τὴν κρᾶσιν τοιαύτη φύσις, ἑτοίμως ἅπασιν
1. ἐγκαταδύεται καὶ μάλισθ’ ὅταν μὴ πάνυ τι παχυμερὴς ᾖ.
2. τῷ μὲν οὖν πλήθει τῆς οὐσίας τὸν σπασμὸν ἐπιφέρει τοῖς
3. νεύροις, τῇ ποιότητι δὲ θεραπεύει πάλιν αὐτὸς ἣν εἰργάσατο
4. διάθεσιν, ἐκθερμαίνων τε καὶ ξηραίνων τὰ νεῦρα.
5. ἐὰν οὖν ποτε τοῦτο μὴ δυνηθῇ ποιῆσαι, θάνατον ἀκολουθεῖν
6. ἀναγκαῖόν ἐστιν. ᾗ δὲ δυνάμει τὸν οἶνον ἔφαμεν ἰᾶσθαι
7. τοὺς σπασμοὺς, ταύτῃ δηλονότι καὶ ὁ πυρετὸς ἰᾶται. προσεκτέον
8. δ’ ἐνταῦθα μάλιστα τῷ ἔθει τοῦ Ἱπποκράτους, ἀφώνους
9. ὀνομάζοντος τοὺς ὁπωσοῦν καρουμένους. ἀλλὰ κυρίως
10. λέγεται κάρος ἡ παντὸς τοῦ σώματος αἰφνίδιος ἀναισθησία
11. τε καὶ ἀκινησία· ταύτην οὖν τὴν διάθεσιν ἀφ’
12. ἑνὸς τῶν συμπτωμάτων ὀνομάζειν εἴωθεν ὁ Ἱπποκράτης
13. καὶ γίνεται δηλονότι τῆς ἀρχῆς τῶν νεύρων παθούσης. οὐδὲ
14. γὰρ οὐδὲ ἄλλως ὅλως οἶόν τε σπασθῆναι τὸ σῶμα
15. πρὸ τοῦ ταύτην παθεῖν, ἤτοι πρώτως ἢ κατὰ συμπάθειαν
16. ἑτέρου προπεπονθότος μορίου. κραιπάλας δ’ ὅτι πάντες οἱ
17. Ἕλληνες ὀνομάζουσι τὰς ἐξ οἴνου βλάβας τῆς κεφαλῆς εὔδηλον.
18. οὕτως γοῦν ἔνιοι καὶ τὴν ἐτυμολογίαν ἐποιήσαντο
1. τῆς προσηγορίας ἀπὸ τοῦ κάρηνον πάλλεσθαι γεγονέναι
2. φάσκοντες. τὴν δ’ ὥραν καθ’ ἣν αἱ κραιπάλαι λύονται,
3. κέκληκεν ὁ Ἱπποκράτης ἀντὶ τοῦ τὸν καιρόν. ἔστι δ’ οὗτος
4. οὐκ ἀποτετμημένος, οὐδὲ περιγεγραμμένος ἅπασιν ἑνὶ
5. μέτρῳ. τινὲς μὲν γὰρ κατὰ τὴν ὑστεραίαν ἡμέραν ἐπαύσαντο
6. τῆς κραιπάλης, τινὲς δὲ καὶ κατὰ τὴν ἐπιγιγνομένην
7. αὐτὴν νύκτα, τινὲς δ’ ἐν τῇ τρίτῃ πάντως ἡμέρᾳ, καὶ γίνεται
8. τοῦτο διά τε τὴν δύναμιν καὶ τὸ πλῆθος τοῦ ποθέντος οἴνου
9. καὶ αὐτὴν τοῦ πιόντος φύσιν. ὥσπερ γὰρ οὖν ἡ τροφὴ τοῦ
10. πεφθῆναι μίαν ἅπασιν ἀνθρώποις οὐκ ἔχει προθεσμίαν, οὕτως
11. οὐδ’ ὁ οἶνος. ἢ τοίνυν ἡμᾶς ἐμπείρως ἔχειν χρὴ τῆς
12. φύσεως τοῦ κάμνοντος ἢ τὴν ἐξωτάτω προθεσμίαν ἐπιτηρεῖν,
13. καθ’ ἣν, ἐὰν μήτε πυρέξαι φθάσῃ μήτε φθέγξηται, τεθνήξεται
14. πάντως σπασθείς.