6. Γυναικὶ τὰ καταμήνια ἢν βούλῃ ἐπισχεῖν, σικύην
7. ὡς μεγίστην πρὸς τοὺς τιτθοὺς πρόσβαλε.
9. Ὥσπερ τῶν ἐλλιπῶς ἢ μηδὲ ὅλως κενουμένων καταμηνίων
10. ἐδίδαξεν ἰάσεις ὁ Ἱπποκράτης, οὕτω καὶ νῦν τῶν ἀμέτρως
11. κενουμένων διδάσκει, κελεύων ἡμῖν μεγίστην σικύην
12. προσβάλλειν τοῖς τιτθοῖς. ἄμεινον δ’ οὐκ αὐτοῖς τοῖς
13. τιτθοῖς, ἀλλ’ ὑπ’ αὐτοὺς ἐκ τῶν κάτω μερῶν ἐρείδειν αὐτὴν,
14. καθ’ ὃ μάλιστά εἰσίν αἱ κάτωθεν ὑπ’ αὐτοὺς ἀναφερόμεναι
15. φλέβες. καὶ μέντοι καί γράφουσιν ἔνιοι σικύην ὡς
16. μεγίστην ὑπὸ τοὺς τιτθοὺς πρόσβαλλε· μεγίστην δ’ ἀξιοῖ
17. τὴν σικύην εἶναι, ἵνα σφοδροτέραν ἀπὸ τῆς μήτρας ἐργάσηται
1. τὴν ἀντίσπασιν. ἄνω, διὰ τῶν κοινῶν τοῦτο ἐπιτεχνώμενος
2. φλεβῶν.