17. Γυναικὶ ἢν ἐν γαστρὶ ἐχούσῃ γάλα ἐκ τῶν μαζῶν πολὺ ῥυῇ,
18. ἀσθενὲς τὸ ἔμβρυον σημαίνει, ἢν δὲ στερεοὶ οἱ μασθοὶ
19. ἔωσιν, ὑγιεινότερον τὸ ἔμβρυον σημαίνει.
1. Κατ’ ἐκεῖνον δηλονότι τὸν χρόνον ῥεῖ τὸ γάλα, αἷς ἂν
2. φαίνηται ῥέον, ἡνίκα φύσιν ἔχει ταῖς κυούσαις γεννᾶσθαι.
3. οὐ γὰρ δὴ κατά γε τοὺς πρώτους μῆνας γεννᾶται, τὸ δ’
4. ὅλως ῥεῖν αὐτὸ καὶ μὴ μένειν ἔνδον ἐκ τοῦ πλέον ἀθροίζεσθαι
5. γίνεται. πλέον δ’ ἀθροίζεται πληρουμένων ἐπὶ πλέον
6. τῶν κοινῶν ἐν τιτθοῖς πρὸς τὰς ὑστέρας φλεβῶν. πληροῦνται
7. δ’ ἔτι μᾶλλον, ὀλίγον ἀναλίσκοντος τοῦ κυουμένου.
8. τοῦτο δ’ αὐτὸ γίνεται διὰ τὴν ἀσθένειαν αὐτοῦ. δῆλον οὖν
9. ὅτι τοὺς τιτθοὺς οὐκ ἰσχνοὺς φαίνεσθαι χρὴ, καθάπερ ὅτ’
10. ἦν ἀκύμων ἡ γυνή. τοῦτο γὰρ σημεῖον ἔνδειαν αἵματος
11. ἐνδείκνυται, διὰ τοῦτο ἐπ’ αὐτῶν διαφθείρεται τὸ ἔμβρυον,
12. οὐθ’ οὕτως μεστοὺς ὡς ἀποῤῥεῖν τὸ γάλα. διαιρομένους δὲ
13. εἰς τοσοῦτον, ὡς στερεοὺς ἁπτομένους φαίνεσθαι. μέση γὰρ
14. ἡ τοιαύτη κατάστασίς ἐστι τῶν τε ἀντιτύπων, διὰ τὸ πεπληρῶσθαι
15. σφοδρῶς, καὶ τῶν μαλακῶν τε καὶ χαλαρῶν, διὰ
16. τὴν ἔνδειαν τοῦ αἵματος. ὅθεν εἰκότως ἐπαινεῖ τὸ τοιοῦτο
17. σημεῖον ὁ Ἱπποκράτης, ὡς ἂν ἐνδεικνύμενον οὔτ’ ἀσθενεῖν
18. τὸ κυούμενον οὔτ’ ἐνδεῖν αὐτοῦ τὴν τροφήν.