Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 5.53, ed. Kühn, 1827, vol. 17b, p. 845-850. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:5.53


2. Ὁκόσαι διαφθείρειν μέλλουσι τὰ ἔμβρυα, ταύτῃσιν
3. οἱ τιτθοὶ ἰσχνοὶ γίνονται· ἢν δὲ πάλιν σκληροὶ γένωνται,
4. ὀδύνη ἔσται ἢ ἐν τοῖσι τιτθοῖσιν ἢ ἐν τοῖσιν ἰσχίοισιν ἢ
5. ἐν τοῖσιν ὀφθαλμοῖσιν ἢ ἐν τοῖσι γούνασι, καὶ οὐ
6. διαφθείρουσιν.

8. Ἔμπροσθεν εἰρήκει, ἐν γαστρὶ ἐχούσῃ γυναικὶ ἢν ἐξαίφνης
9. οἱ μασθοὶ ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει. εἰρήκει δὲ
10. καὶ, ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται, δίδυμα ἐχούσῃ τὸ
11. ἕτερον τῶν ἐμβρύων ἐκτιτρώσκεσθαι· νυνὶ δὲ τὴν τάξιν
12. τῆς ἀκολουθίας ὑπαλλάξας οὐκ ἀπὸ τῶν σημείων, ἀλλ’ ἀπ’
13. αὐτῶν τῶν γυναικῶν τῶν διαφθειρουσῶν ἤρξατο προηγεῖσθαι
14. λέγων αὐταῖς ἰσχνοὺς τοὺς τιτθούς. ἔστι δ’ οὐ πάντῃ
15. ταυτὸν ἢ τοῖς ἰσχνοῖς τιτθοῖς ἕπεσθαι διαφθορὰν εἰπεῖν ἢ
16. τῆς διαφθορᾶς μελλούσης ἔσεσθαι τοὺς ἰσχνοὺς τιτθοὺς
17. προηγεῖσθαι. ὁ μὲν γὰρ ἕπεσθαι λέγων τῇ τῶν τιτθῶν
1. ἰσχνότητι τὴν διαφθορὰν, οὗτος ἀποφαίνεται τοῦτο μόνον
2. σημεῖον εἶναι τῆς μελλούσης φθορᾶς· ὁ δὲ ταῖς μελλούσαις
3. διαφθείρειν λέγων τοὺς τιτθοὺς ἰσχνοὺς γίνεσθαι οὐ μόνον
4. ἔοικεν ἐνδείκνυσθαι τοῦτο προηγεῖσθαι διαφορὰν τῶν ἐμβρύων.
5. ἐπισκεπτέον οὖν ἀκριβέστερόν ἐστι καὶ παραφυλακτέον
6. ἐπ’ αὐτῶν φαινομένων κατὰ τὰς κυούσας, εἰ μή ποτ’
7. ἄλλως διαφθείρουσιν, ἀλλ’ ἀεὶ μετὰ τοῦ προηγήσασθαι τὴν
8. ἰσχνότητα τῶν τιτθῶν ἢ ταῖς πηδησάσαις ἢ ταῖς μέγα βοησάσαις
9. ἢ θυμωθείσαις ἢ φοβηθείσαις ἐξαίφνης ἰσχυρῶς ἐγχωρεῖ
10. ποτὲ μὲν μὴ προηγήσασθαι τὴν ἰσχνότητα τῶν τιτθῶν,
11. ἐγχωρεῖ δὲ καὶ ταῖς διὰ πυρετοῦ μέγεθος ἢ ἐρυσιπέλατος
12. ἐν ταῖς ὑστέραις γενομένου ἢ καὶ διὰ τὸ μυξῶδες τῶν κοτυληδόνων
13. ἤ τι τοιοῦτον ἕτερον ἀκολουθῆσαι φθορὰν ἄνευ
14. τῆς τῶν τιτθῶν ἰσχνότητος. Ἱπποκράτης μὲν γὰρ ἔοικεν
15. ὑπολαμβάνειν ἀεὶ προηγεῖσθαι, καί μοι παραφυλάττοντι πολλάκις
16. ἐφάνησαν ἐπὶ τῶν προειρημένων αἰτίων τῆς φθορᾶς
17. οἱ τιτθοὶ προισχνούμενοι. μήποτε οὖν ὅταν ἄνευ τῶν τοιούτων
18. τινὸς αἰτίων ἡ τῶν τιτθῶν ἰσχνότης γένηται, τὴν ἔνδειαν
1. τοῦ αἵματος αἰτιατέον ἐστὶ ἐν ταῖς κοιναῖς φλεψὶ
2. τιτθῶν τε καὶ ὑστερῶν, ἃς ἔφη διὰ τὴν ἀτροφίαν φθείρεσθαι
3. τὸ ἔμβρυον. ἐπὶ δὲ ταῖς ἄλλαις αἰτίαις ἐφ’ αἷς ἤτοι
4. γε ἀποθνήσκει τι παθὼν ἢ ἀποῤῥήγνυται τὸ ἔμβρυον, ὅταν
5. οἱ περιέχοντες αὐτὸ ὑμένες διασπῶνται τῆς φύσεως ἀναστομούσης
6. τὰς μήτρας ὠδῖνάς τε ἐγειρούσης, ῥοπὴν γίνεσθαι
7. διὰ ταῦτα τοῦ αἵματος ἐπὶ τὰ γεννητικὰ μόρια. κοινὸς
8. γάρ τίς ἐστιν οὗτος ὁ λόγος, ἐφ’ ὧν ἡ φύσις
9. ἐκκρίνει τι μετὰ βίας, ὡς τὴν ῥοπὴν ἐκεῖσε γίνεσθαι τοῦ
10. τε αἵματος καὶ τοῦ πνεύματος, οἷς ὥσπερ τισὶν ὀργάνοις
11. χρωμένη διωθεῖται τὰ λυποῦντα βίᾳ. κατὰ τοῦτο γοῦν καὶ
12. τοῖς ὀδυνωμένοις μορίοις ἐπιγίνονται φλεγμοναὶ τῆς φύσεως
13. μὲν ἐκκρῖναί τε καὶ διώσασθαι σπευδούσης τὸ τὴν ὀδύνην
14. ἐργαζόμενον. ἵνα δὲ τοῦτο πράξῃ πληρούσης αἵματός τε
15. καὶ πνεύματος αὐτό. ταῦτα μὲν οὖν ἐς τὸ πρότερον μέρος
16. τοῦ ἀφορισμοῦ λελέχθω μοι· τὰ δ’ ἑξῆς αὐτῷ τὸ δεύτερον,
17. ἐν ᾧ διαθέσεως ἐναντίας μέμνηται τῶν τιτθῶν, ἐστὶ τοιοῦτον.
18. ἢν δὲ πάλιν, φησὶν, οἱ μασθοὶ γίνωνται σκληροί. σημαίνοντος
1. δὲ τοῦ πάλιν ἐν ταῖς τοιαύταις ῥήσεσι δύο, τὸ
2. μὲν ἕτερον ὃ συνῆπται τῇ προειρημένῃ διαθέσει, τὸ δ’
3. ἕτερον ὅπερ καὶ δι’ ἄλλης λέξεως εἰώθασιν ἔμπαλιν λέγειν,
4. ἀληθέστερόν γέ μοι φαίνεται καὶ κατὰ τὴν Ἱπποκράτους
5. εἶναι γνώμην τὸ δεύτερον σημαινόμενον, ἵν’ ᾖ τὸ καθ’ ὅλον
6. τὸν ἀφορισμὸν λεγόμενον τοιοῦτον· οἱ μὲν ἰσχνοὶ τιτθοὶ
7. πάντως προηγοῦνται τῆς διαφθορᾶς τῶν ἐμβρύων καὶ οὐχ
8. οἷόν τε διαφθαρῆναι ταῦτα μὴ προϊσχνωθέντων αὐτῶν. οἱ
9. μέντοι σκληροὶ φθορὰν μὲν οὐ σημαίνουσιν, ὀδύνη δέ τις
10. ἀκόλουθον αὐτοῖς τῶν εἰρημένων μορίων, ἵν’ ὥσπερ ἐνδείας
11. αἵματος ἰσχνότεροι τιτθοὶ τὴν ἔνδειξιν ἔχωσιν, οὕτω πλήθους
12. οἱ σκληροὶ διαφέροντες δηλονότι τῶν ὀλίγον ἔμπροσθεν
13. εἰρημένων τῶν στερεῶν. ἐφ’ ὧν πάλιν ἀποτιθεμένης
14. τῆς φύσεως εἴς τινα μόρια τὸ περιττὸν, ὀδυνᾶται μὲν
15. ἐκεῖνα, τὸ δ’ ἔμβρυον ἀβλαβὲς διαμένει. ζητηθήσεται δὲ
16. ἐνθάδε διὰ τίνα αἰτίαν οὐδέποτε τῷ τῆς μήτρας σώματι
17. τὸ περιττὸν ἡ φύσις ἐναποτίθεται καὶ ποιήσει φλεγμονὴν ἢ
18. διὰ τί φλεγμηνάσης τῆς μήτρας φθαρήσεται τὸ ἔμβρυον·
1. ἢ τὸ λεγόμενον ὑπὸ Ἱπποκράτους ἕτερόν ἐστιν; οὐ γὰρ ὅτι
2. μηδέποτε τοῖς σκληροῖς τιτθοῖς ἕπεται φθορὰ τῶν ἐμβρύων
3. εἰρηκέναι νομιστέον αὐτὸν, ἀλλ’ ὅτι μὴ διὰ παντὸς ὥσπερ
4. ἐπὶ τῶν ἰσχνῶν, ἀλλ’ ἐὰν εἰς ἕτερον μόριον ἀπωθῆται τὸ
5. περιττὸν ἡ φύσις, ὃ διὰ τῆς ὀδύνης γνωριοῦμεν, οὐκ ἔστι
6. φθορὰ, γενήσεται πάλιν ὁ σύμπας λόγος, ἐὰν οὕτως ἀκούσωμεν,
7. τοιοῦτος· τῶν φθείρειν μελλουσῶν ἰσχνοὶ μὲν ἀεὶ
8. προηγοῦνται οἱ τιτθοὶ, σκληροὶ δὲ καὶ πλήρεις οὐκ ἀεί.
9. τοὐπίπαν γὰρ ἐπὶ τῶν τοιούτων εἰς ἕτερόν τι μόριον ἡ φύσις
10. ἐναποτίθεται τὸ περιττόν. εἴ γε μὴν ἐπὶ τὰς μήτρας
11. αὐτὸ διώσαιτο γενήσονται καὶ τότε πάντως ἰσχνοί. κατὰ
12. γὰρ τὴν Ἱπποκράτους γνώμην, ὡς ἔοικεν, εἰ καὶ δι’ ἕτερόν
13. τι καὶ μὴ διὰ τὴν ἔνδειαν τῆς τροφῆς ὁ ἐκτρωσμὸς γένοιτο,
14. προηγήσεται πάντως ἡ ἰσχνότης τῶν τιτθῶν δι’ ἣν εἶπον
15. αἰτίαν, ὥστε κἂν δι’ ὑγρότητα τῶν κοτυληδόνων ἀποῤῥυήσεται
16. τὸ κύημα καὶ τότε διωθουμένης αὐτὸ τῆς φύσεως
17. εἰς ἔκκρισιν ἡ ῥοπὴ τοῦ αἵματος ἐπὶ τὰς μήτρας ἔσται καὶ
1. κατὰ τοῦτο καὶ οἱ τιτθοὶ τῆς ἔμπροσθεν καταστάσεως ἰσχνότεροι
2. γενήσονται.

Cliquer un n° de page pour en afficher l’image