5. Ὁκόσῃσι τὸ στόμα τῶν ὑστερέων σκληρόν ἐστι,
6. ταύτῃσιν ἀνάγκη τὸ στόμα τῶν ὑστερέων συμμύειν.
8. Εἴρηται μὲν καὶ πρόσθεν ὡς τὸ συμμύειν τὸ στόμα
9. τῶν ὑστερέων κοινόν ἐστι σημεῖον ὄγκου τέ τινος ἐν αὐτῷ
10. παρὰ φύσιν καὶ κυήσεως τῇ γυναικὶ καὶ ὡς χρὴ διακρίνειν
11. αὐτὸ τῇ σκληρότητι. ταῖς μὲν γὰρ κυούσαις ἁπαλόν
12. ἐστι καὶ κατὰ φύσιν, αἷς δ’ ὄγκος παρὰ φύσιν ἢ φλεγμονώδης
13. ἢ σκιῤῥώδης γίνεται σκληρόν. ἄμεινον οὖν ἦν τὸν
14. ἀφορισμὸν τοῦτον ἐφεξῆς ἐκείνῳ γεγράφθαι καθ’ ὃν ἔλεγεν,
15. ὅσαι ἐν γαστρὶ ἔχουσι, τουτέων τὸ στόμα συμμύει τῶν ὑστερέων.