2. Ὁκόσαι ἐν γαστρὶ ἔχουσαι ὑπὸ πυρετῶν λαμβάνονται καὶ
3. ἰσχυρῶς ἰσχναίνονται ἄτερ προφάσιος φανερῆς, τίκτουσι
4. χαλεπῶς καὶ ἐπικινδύνως ἢ ἐκτιτρώσκουσαι κινδυνεύουσιν.
6. Συμβαίνει τισὶ τῶν τικτουσῶν, ἐφ’ αἷς πρότερον ἠθροίσθησαν
7. κακοχυμίαι πρὶν νοσεῖν, ἐνίοτε μὲν ἁλίσκεσθαι σφοδροῖς
8. πυρετοῖς ὡς ἐκτικρώσκειν ἐξ ἀνάγκης, ἐνίοτε δὲ μετρίοις
9. μὲν, ἀλλ’ οὐ καθαιρουμένοις ἀκριβῶς, ὑπολείπουσι
10. δέ τι λείψανον ἐν τῷ σώματι τῆς κακοχυμίας, ἐφ’ ᾗ συνέστησαν
11. ὡς ἂν μὴ δυναμένων τῶν ἰατρῶν διὰ τὸ κύειν τὴν
12. γυναῖκα μήτε βοήθημα προσάγειν ἰσχυρὸν μήτ’ ἀκριβῶς
13. διαιτᾶσθαι. διὰ τοῦτ’ οὖν αὐταῖς ὅ τε πυρετὸς ὑποτροπιάζει
14. συνεχῶς καὶ δυσφόρως τῷ πλείστῳ τοῦ χρόνου σύνεστι.
15. εἰκότως τοιγαροῦν ποτὲ μὲν οὐκ ἀντέχει τὸ ἔμβρυον,
16. ἀλλ’ ἀποφθείρεται διά τε τοὺς πυρετοὺς καὶ τὴν κακοχυμίαν.
17. ἐνίοτε δὲ ἀργεῖ μὲν ἄχρι τῆς ἀκοκυήσεως.
1. ἀλλ’ αὐτό τε νοσῶδες ὂν ὡς ἂν ἐν πολλῷ χρόνῳ τεταλαιπωρημένον,
2. ἀσθενῆ τε καὶ τὴν κυήσασαν ἔχον οὐκ ἀκινδύνως
3. τίκτεται. πρὸς γάρ τοι τὴν εὐτοκίαν ἰσχυρῶν ἀμφοτέρων
4. δεῖται τῶν σωμάτων, τοῦ τε τῆς κυούσης αὐτῆς καὶ τοῦ
5. παιδίου.