2. Γυνὴ ἢν μὴ λαμβάνει ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λήψεται,
3. περικαλύψας ἱματίοισι θυμία κάτωθεν. κἢν μὲν
4. πορεύεσθαί σοι δοκέῃ ἡ ὀδμὴ διὰ τοῦ σώματος ἐς τὰς
5. ῥῖνας καὶ ἐς τὸ στόμα, γίνωσκε ὅτι αὐτὴ οὐ δι’ ἑαυτὴν
6. ἄγονός ἐστιν.
8. Τὸ θυμία ῥῆμα τῆς ὕλης ἐνδεικτικόν ἐστι τῆς θυμιᾶσθαι
9. πεφυκυίας, λιβανωτοῦ δηλονότι καὶ σμύρνης καὶ στύρακος
10. ὅσα τ’ ἄλλα, θερμὰ μὲν τὴν κρᾶσιν, εὐώδη δ’ ἱκανῶς.
11. βούλεται γὰρ εἰς ὅλον ἀνενεχθῆναι τὸ σῶμα τὴν ἀπ’ αὐτῶν
12. δύναμιν, ἵνα καὶ κατὰ τὸ στόμα καὶ κατὰ τοὺς μυκτῆρας
13. αὐτῆς γενομένης αἴσθηται σαφῶς ἡ γυνή. μόναις οὖν ἐκείναις
14. οὐ διαδοθήσεται πρὸς ὅλον τὸ σῶμα τῶν θυμιαμάτων
15. ἡ ποιότης, ὅσαις σκληρὸν ἢ πυκνόν ἐστι τὸ τῆς ὑστέρας
16. σῶμα. τοιοῦτον δὲ ὂν οὐκ ἐπιτήδειον εἰς τὰς συλλήψεις
17. ἐστὶν, ὡς καὶ αὐτὸς μικρὸν ὕστερον ἐρεῖ· ὁκόσαι ψυχρὰς
18. καὶ πυκνὰς ἔχουσι τὰς μήτρας οὐ κυΐσκουσι. τὸ δ’ ἐπὶ
19. τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον, ἐν ᾧ φησι, γίνωσκε
1. ὅτι οὐ δι’ ἑαυτὴν ἄγονός ἐστι, ἐνδεικτικόν ἐστι τῆς χρείας
2. αὐτοῦ. πολλάκις γὰρ ἕνεκα διαμονῆς γένους ἤτοι γε ἱερατικοῦ
3. τινὸς ἢ βασιλικοῦ σπουδάζουσιν αἱ πόλεις ἔκγονα
4. ἔχειν ἀνδρῶν ἢ γυναικῶν, εἰς οὓς ἂν ἔτι μόνους καθεστήκει
5. τὸ γένος. εἶθ’ ὅταν αἱ γυναῖκες μὴ κυΐσκωσι, ζήτησις
6. γίγνεται δι’ ὁπότερον αὐτὸ συμβαίνει τοῦτο. καὶ ταύτην
7. αἰνίττεται τὴν τέχνην εἶναι ταῖς ἀγαθαῖς προμνηστρίαις
8. ὁ Πλάτων ἐν Θεαιτήτῳ. λεχθήσεται δ’ ὁ σύμπας λόγος
9. ὀλίγον ὕστερον, ὅταν ἅπαντας ἐξηγησώμεθα τοὺς διαφέροντας
10. εἰς αὐτὸν ἀφορισμούς.