13. Ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ αἱ καθάρσιες πορεύωνται,
14. ἀδύνατον τὸ ἔμβρυον ὑγιαίνειν.
16. Καὶ τὸ καθάρσιες πληθυντικῶς εἰρημένον καὶ τὸ πορεύωνται
17. μετ’ αὐτοῦ λεγόμενον ἐνδείκνυται μήτε ὀλίγον εἶναι
1. τὸ ἐκκρινόμενον αἷμα μήθ’ ἅπαξ, ἀλλὰ καὶ πολλάκις
2. καὶ πολύ. τὸ γὰρ ἅπαξ ἢ δὶς ὀλίγον ἐκκριθὲν ἐπιφαίνεται
3. πολλάκις ἄνευ τοῦ πεπονθέναι τι τὸ ἔμβρυον. ὅταν δὲ μηδὲν
4. ἀπολείπηται τοῦ πλήθους τῆς τῶν ἐμμήνων καθάρσεως,
5. ἐφεξῆς δὲ καὶ σώζηται τὴν προθεσμίαν τῶν περιόδων κατὰ
6. τοὺς μῆνας, ἀδύνατον ὑγιαίνειν τὸ ἔμβρυον, εἴπερ γε τὸ
7. ἐῤῥωμένον εἰς τροφὴν ἑαυτοῦ καταχρῆται τῷ φερομένῳ εἰς
8. τὰς μήτρας ἐξ ὅλου τοῦ σώματος. ἥ γε μὴν ἔκκρισις ἡ
9. γινομένη ταῖς κυούσαις ἐκ τῶν κατὰ τὸν αὐχένα φλεβῶν
10. ἔοικεν ἐπιφαίνεσθαι. τῶν γὰρ ἔνδον ἐν αὐτῷ τῷ κύτει τῆς
11. μήτρας ἐξῄρηται τὸ χωρίον, ὥστ’ οὐδὲν δι’ ἐκείνων εἰς τὸν
12. γυναικεῖον κόλπον ἐκκριθῆναι δύναται.