15. Ἢν γυναικὶ καθάρσιες μὴ πορεύωνται μήτε φρίκης μήτε
16. πυρετοῦ ἐπιγινομένου, ἄσαι δ’ αὐτῇ προσπίπτωσι, λογίζου
17. ταύτην ἐν γαστρὶ ἔχειν.
1. Ἐπὶ τῶν ἀμέμπτως καθαιρομένων γυναικῶν, εἶτ’ ἐξαίφνης
2. ἐπισχεθεισῶν τῶν καθάρσεων, ἄνευ φανερᾶς αἰτίας
3. τὸν λόγον τοῦτον ὁ Ἱπποκράτης ἐποιήσατο, διδάσκων ἡμᾶς
4. ἅπερ αἱ πλεῖσται τῶν γυναικῶν διὰ πείρας ἴσασιν. ὅταν
5. γὰρ ἀσώδεις ὦσιν ἐπεσχημένων τῶν καταμηνίων, συνειληφέναι
6. τεκμαίρονται. γίνεται δὲ ἡ ἄση καθ’ ὃν λόγον καὶ
7. ἡ κίσσα, τοῦ στομάχου κεκακωμένου ταῖς συνειληφυίας. ἐγχωρεῖ
8. δέ ποτε καὶ διὰ τὴν ἐν ὅλῳ τῷ σώματι κακοχυμίαν
9. συμβῆναι τὸ τοιοῦτον. ἀλλὰ φρικώδεις τε καὶ πυρετώδεις
10. ἐκεῖναι γίγνονται καὶ ταύτῃ διορίζονται τῶν κυουσῶν.