13. Ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσι
14. οὐ κυΐσκουσι καὶ ὁκόσαι καθ’ ὑγρὰς ἔχουσι τὰς μήτρας,
15. οὐ κυΐσκουσιν, ἀποσβέννυται γὰρ αὐταῖς ὁ γόνος καὶ
16. ὁκόσαι ξηρὰς μᾶλλον καὶ περικαεῖς· ἐνδείῃ γὰρ τῆς τροφῆς
1. φθείρεται τὸ σπέρμα. ὁκόσαι δ’ ἐξ ἀμφοτέρων τὴν
2. κρᾶσιν ἔχουσι συμμέτρως ἐπίτεκνοι γίγνονται αἱ τοιαῦται.
4. Εἰ τὴν προσήκουσαν ἅπασι τοῖς ἀφορισμοῖς ἐξῆς ἐπιθεῖναί
5. μοι τάξιν, οὐκ ἂν ὤκνησα μεταθεῖναι τὸν ὀλίγον
6. ἔμπροσθεν εἰρημένον ἀφορισμὸν εἰς τὴν τοῦδε χώραν, ὥστε
7. συμπληρωθέντος τοῦ περὶ τῶν καθάρσεων λόγου τὸν περὶ
8. τῶν μητρῶν αὐτοῦ ἐφεξῆς γεγράφθαι, διδάσκοντος αὐτοῦ
9. κατὰ πόσους τρόπους αἱ γυναῖκες γίνονται στεῖραι. πρῶτος
10. οὖν τῶν ἐν αὐτοῖς ἐκεῖνος ὁ ἀφορισμὸς ἔσται, καθ’ ὃν ἔφη,
11. ἢν γυνὴ μὴ λαμβάνῃ ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λήψεται,
12. περικαλύψας ἱματίοις θυμία κάτω· δεύτερος δὲ οὗτος
13. ὁ νῦν ἡμῖν προκείμενος οὗ τὸ κεφάλαιόν ἐστι. τὰς μὲν
14. εὐκράτους μήτρας ἐπιτηδείας εἶναι πρὸς σύλληψιν, τὰς δὲ
15. δυσκράτους, ἐὰν μὲν τοῦτο μετρίως πεπόνθασι, δυσχερῶς
16. συλλαμβάνειν, ἐὰν δὲ ἀμέτρως, στείρας ἐργάζεσθαι τὰς γυναῖκας·
17. ὥστε συνεπινοεῖται μὲν ἡ τῆς τῶν ἀνδρῶν ἀγονίας
18. αἰτία, λανθάνει δὲ τοὺς πολλούς. ἀλλ’ ὁ προσέχων ἀκριβῶς
1. τὸν νοῦν τοῖς λεγομένοις πρῶτον μὲν εἴσεται διὰ τί
2. καὶ τῶν ἀνδρῶν ἔνιοι παντάπασιν ἄγονοι γίνονται, δεύτερον
3. δὲ ἐπὶ τῷδε περὶ μὲν τῶν εὐκράτως ἐχόντων ἀνδρῶν
4. τε καὶ γυναικῶν ὡς ἀεὶ γεννῶσι, κἂν καὶ δυσκράτοις μίγνυνται,
5. περὶ δὲ τῶν δυσκράτων ὡς μετὰ τῶν ἐναντίων
6. μόνων. εἰρήσεται γοῦν πρότερον περὶ τῶν στεριφῶν γυναικῶν,
7. ὦν ἡ κατασκευὴ καὶ μήτρας εὐθὺς ἐξ ἀρχῆς ἀμέτρως
8. ἐστὶ δύσκρατος, ἐπικρατούσης ἤτοι μιᾶς τῶν πρώτων
9. ἢ δυοῖν, ὡς ἐν τοῖς περὶ κράσεων ὑπομνήμασι διώρισται,
10. δεικνύντων ἡμῶν ὀκτὼ τὰς πάσας εἶναι δυσκρασίας,
11. ἁπλᾶς μὲν τέτταρας, ὧν καὶ νῦν Ἱπποκράτης ἐμνημόνευσε,
12. συνθέτους δὲ ἄλλας τέτταρας ἀλλήλαις ἐπιπλεκομένας τούτων.
13. ἔνθα μὲν οὖν ἐπικρατεῖ ψυχρότης ἄμετρος, ὡς πυκνὴν
14. ἐργάσασθαι τὴν μήτραν, στενὰ μὲν ἐσχάτως ἐπὶ τούτων
15. ἐστὶ τὰ στόματα τῶν εἰς αὐτὴν καθηκόντων ἀγγείων,
16. στέριφαι δ’ αἱ γυναῖκες, ὡς ἂν μήτε συμφῦναι τοῦ χορίου
17. δυναμένου τοῖς στόμασι τῶν ἀγγείων μήτ’, εἰ τοῦτό ποτε
1. γένοιτο, τραφῆναι καλῶς τὸ κύημα. ἢ γὰρ οὐδ’ ὅλως αἱ
2. καθάρσεις γίνονται ταῖς τοιαύταις ἢ παντάπασιν
3. ὀλίγαι καὶ αὗται μοχθηραὶ, μόνου τοῦ λεπτοτέρου καὶ ὑδατωδεστέρου
4. διεκπίπτοντος τοῦ αἵματος. καὶ γὰρ οὖν καὶ
5. ῥᾳδίως ἐμφράττεται ταῦτα διά τε τὴν οἰκείαν στενότητα
6. καὶ διότι φλεγματικώτερον ἀθροίζουσι χυμὸν αἱ τοιαῦται
7. γυναῖκες ὡς τὸ πολύ. καὶ γὰρ καὶ τὸ σύμπαν σῶμα τοὐπίπαν
8. ὅμοιόν ἐστι ταῖς μήτραις. ἐγχωρεῖ δὲ καὶ ψυχθῆναι
9. τὸ τοῦ ἄῤῥενος σπέρμα κατὰ τὰς τοιαύτας μήτρας, εἰ
10. μὴ θερμότερον εἴη φύσει. πρώτης μὲν οὖν τῆς ψυχρᾶς
11. κράσεως Ἱπποκράτης ἐμνημόνευσεν εἰπὼν, ὁπόσαι ψυχρὰς
12. καὶ πυκνὰς τὰς μήτρας ἔχουσιν. οὐ μὰ Δία συμπλέξαι
13. βουλόμενος ἐπ’ αὐτῶν τῇ ψυχρότητι τὴν πυκνότητα, καθάπερ
14. εἰ καὶ ξηρότητα προσέθηκεν ἢ ὑγρότητα. τούτων μὲν
15. γὰρ οὐδετέρα διὰ παντὸς ἕπεται τῇ ψυχρότητι καὶ διὰ
16. ταῦτα ἀνὰ μέρος ἑκατέρα μίγνυται. πυκνότης δ’ ἐξ ἀνάγκης
17. σύνεστι ταῖς ἄγαν ψυχραῖς ὑστέραις, δι’ ἣν οὐδὲ κυῆσαι
18. δύνανται, καθότι προείρηται. καὶ τοίνυν ἀκούσωμεν
1. οὕτω τοῦ κατὰ τὸν ἀφορισμὸν λόγου παντὸς, ὅσαι ψυχρὰς
2. τὰς μήτρας ἔχουσιν οὐ κυΐσκονται διὰ πυκνότητα τῆς οὐσίας
3. αὐτῶν. διὰ τί δ’ ἡ πυκνότης ἐναντιοῦται τῇ κυήσει παρέλιπεν
4. εἰπεῖν, ὡς ἡμῶν συνιέναι δυναμένων. καὶ ὅσαι δ’
5. ὑγρὰς ἀμέτρως ἔχουσι τὰς μήτρας, οὐ κυΐσκονται, σβέννυται
6. γὰρ ὁ γόνος ὥσπερ ἐν τελματώδει γῇ τὰ δημήτρια σπέρματα.
7. καὶ μὴν ὅσαι ξηρὰς, παραπλήσιόν τι συμβαίνει τοῖς
8. εἰς ψάμμον ἢ εἰς ἀργιλώδη γῆν ἢ πετρώδη καταβαλλομένοις
9. σπέρμασι, κατὰ δὲ τὰς ἀμέτρως θερμὰς τοῖς εἰς
10. πάνυ θερμὴν, οἵαπερ ἐστὶν ἐν τοῖς ὑπὸ κύνα καύμασιν.
11. οὕτω μὲν δὴ τεττάρων ποιοτήτων ὁ Ἱπποκράτης ἐμνημόνευσεν,
12. ἑκάστης ἰδίᾳ τὴν δύναμιν ἐξηγησάμενος, ἵν’ εἰ καὶ ποτε
13. μιχθεῖεν ἀλλήλαις, εὔδηλος ἡ μίξις ὑπάρχῃ. μετὰ δὲ ταῦτα,
14. φησὶν, ὅσαι δ’ ἔξ ἀμφοτέρων τῇ κράσει συμμέτρως ἔχωσιν,
15. ἐπίτεκνοι γίνονται. τίνων ἀμφοτέρων; οὐ τῶν ποιοτήτων δηλονότι,
16. τέτταρες γάρ εἰσιν, ἀλλὰ τῶν κατ’ αὐτὰς ἀντιθέσεων.
1. ὡς γὰρ ἐν τοῖς περὶ κράσεων ἐδείχθη, μία μὲν εὐκρασία
2. γίνεται. συμμέτρως ἀλλήλοις μιχθέντων τοῦ ψυχροῦ
3. καὶ τοῦ θερμοῦ, μία δὲ ἄλλη τοῦ θ’ ὑγροῦ καὶ τοῦ ξηροῦ,
4. καὶ δύναταί τις ὑστέρα κατὰ μὲν τὴν ἑτέραν ἀντίθεσιν εὔκρατος
5. εἶναι, κατὰ δὲ τὴν ἑτέραν δύσκρατος. ἀλλ’ εἰς μὲν
6. τὸ μὴ κυΐσκεσθαι καὶ ἡ ἑτέρα τῶν δυσκρασιῶν ἱκανή. γίνεσθαι
7. δὲ ἐπίτεκνον γυναῖκα χωρὶς τῶν ἀμφοτέρων εὐκρασιῶν
8. ἀδύνατον. ὁ μὲν οὖν Ἱπποκράτης ὥσπερ τὸν ἔμπροσθεν
9. λόγον ἅπαντα περὶ τῶν γυναικείων ἔγραψεν, οὕτω καὶ
10. τόνδε τὸν νῦν εἰρημένον ὑπὲρ τῶν κατὰ τὰς ὑστέρας κράσεων,
11. οὐ μὴν γέ τι προσέγραψε περὶ τῶν ἀνδρῶν, ἤτοι γ’
12. ὡς ἐκ τῶν εἰρημένων ἕτοιμον ἡμῖν ὂν ἐπὶ τὸ σπέρμα τὰς
13. αὐτὰς δυσκρασίας μετενεγκεῖν ἢ ὡς ὕστερον μὲν εἰπεῖν ἀναβαλλόμενος,
14. ἐπιλαθόμενος δέ. τινὲς μέντοι προσέγραψαν
15. ὑπὲρ τῶν ἀῤῥένων ἐφεξῆς ἀφορισμὸν ἕτερον, οὗ ἡ ἀρχὴ
16. παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀῤῥένων, ὃν οἱ δοκιμώτατοι
17. τῷ ἐξηγησαμένῳ τοὺς ἀφορισμοὺς λείπεσθαί φασι φανερῶς
18. καὶ τῆς διανοίας τοῦ Ἱπποκράτους καὶ τῆς ἑρμηνείας· καὶ
1. μέντοι καὶ κατὰ τὴν ἀναλογίαν ὧν ἔγραψεν ἐπὶ
2. τῶν γυναικῶν ὁ Ἱπποκράτης ἐστὶν ἡμῖν ἐπὶ τοὺς ἄνδρας
3. μεταβαίνουσι λέγειν ἤτοι διὰ τὴν ψυχρότητα τῆς κράσεως
4. οὐκ ἀκριβῶς πέττεσθαι τὸ σπέρμα καὶ διὰ τοῦτο μετρίας
5. μὲν τῆς ἐν αὐτῷ γινομένης δυσκρασίας δεῖσθαι μήτρας ἱκανῶς
6. θερμῆς, ἀμέτρου δ’ ὑπαρχούσης ἄγονον εἶναι παντάπασιν
7. ἢ δι’ ὑγρότητα πάλιν οὐκ ἐκπέττεσθαι καὶ δεῖσθαι
8. καὶ τοῦτο μετρίας μὲν τῆς δυσκρασίας οὔσης, θερμοτέρας
9. τε καὶ ξηροτέρας τῆς μήτρας, ἀμέτρου δὲ γενομένης ἄγονον
10. ὑπάρχειν, ὡσαύτως δὲ διὰ μὲν ὑπερβάλλουσαν θερμότητα
11. πεφρυγμένῳ παραπλήσιόν τι γενέσθαι τὸ σπέρμα, διὰ δὲ
12. ξηρότητα μηδ’ ἐκταθῆναι δύνασθαι κατὰ τὴν πρώτην ἔκπτωσιν
13. οὗ μάλιστα δεῖ πρὸς τὸ κυῆσαι τὴν γυναῖκα. δέδεικται
14. γὰρ ἐν τοῖς περὶ σπέρματος λόγοις, εἰ μὴ τῷ πλείστῳ
15. τοῦ κύτους τῆς μήτρας ἐπεκταθείη τὸ σπέρμα, μὴ
16. συλλαμβάνειν αὐτήν. τούτων οὖν ἡμῖν ὥσπερ στοιχείων
17. παρεσκευασμένων ἐφεξῆς εἴπομεν ὅπερ ἔμπροσθεν εἰπεῖν ἀνεβαλλόμεθα,
18. προβεβλημένων ὑπὸ τοῦ Πλάτωνος ἐν τῷ Θεαιτήτῳ.
1. φησὶ γὰρ τοῦτο ἔργον εἶναι μέγιστον τῶν μαιῶν ὡς
2. ἐπίστασθαι συνάγειν ἀλλήλοις ἐπιτήδεια σώματα πρὸς κύησιν,
3. ὅπερ ἐδείχθη νῦν ἐν τῷ λόγῳ μετὰ τοῦ διαγιγνώσκειν
4. δύνασθαι τίνες μὲν ἄγονοι τῶν ἀνδρῶν εἰσι, τίνες δὲ στερίφαι
5. τῶν γυναικῶν. αἱ μὲν γὰρ ἄμετροι δυσκρασίαι τούτων
6. αἰτίαι· μέτριαι δ’ εἴπερ εἰσὶν, εἰ μὲν ταῖς ἐναντίαις
7. συνάγονται, κυήσουσιν αἱ γυναῖκες, εἰ δὲ ταῖς ὁμοίαις, οὐ
8. κυήσουσιν. οὐ γὰρ οἷόν τέ ἐστι τὸ ψυχρότερον σπέρμα κατὰ
9. τὴν ψυχροτέραν ὑστέραν τελεσφορεῖσθαι, καθάπερ οὐδὲ
10. τὸ ξηρότερον ἐν τῇ ξηροτέρᾳ καὶ τῶν ἄλλων ἑκάτερον ὡσαύτως.
11. ἀλλὰ δεῖται τὸ μὲν ψυχρότερον σπέρμα τοσούτῳ
12. θερμοτέρας ὑστέρας, ὅσῳ περ ἂν αὐτὸ τῆς ἀρίστης ἀπολείπεται
13. κράσεως, τὸ δ’ ὑγρότερον τῆς ξηροτέρας, καὶ ἐπὶ
14. τῶν ἄλλων ὁμοίως. διάγνωσις δὲ πασῶν τῶν ἀμέτρων κατὰ
15. τὴν ὑστέραν δυσκρασιῶν ἐστιν ἢν ὀλίγον ἔμπροσθεν εἴρηκεν
16. ὁ Ἱπποκράτης διὰ τῆς τῶν ἀρωμάτων πυρίας. ἡ μὲν
17. γὰρ ψυχρότης διὰ τὴν πυκνότητα τῆς ὑστέρας οὐκ ἐᾷ
18. μέχρι τοῦ στόματος καὶ τῶν ῥινῶν ἀναφέρεσθαι τὴν ὀσμὴν
19. τῶν θυμιωμένων, ὡσαύτως δὲ καὶ ἡ ξηρότης. ἡ δὲ ὑγρότης
1. ὥσπερ τὸν γόνον ὑπ’ αὐτοῦ λέλεκται σβεννύειν, οὕτω
2. καὶ τὴν τῶν ἀρωμάτων ποιότητα. λοιπὴ δὲ ἡ σφοδρὰ θερμότης
3. εἰ τὴν τῶν ἀρωμάτων δύναμιν ἀλλοιώσει τε καὶ διαφθερεῖ
4. καὶ διὰ τοῦτο οὐκ ἐάσει διασώζουσαν αὐτὴν τὸ εἰλικρινὲς
5. ἀναφέρεσθαι πρός τε τὸ στόμα καὶ τὰς ῥῖνας αὐτάρκης,
6. κἀπὶ τούτων τῶν φύσεων εἰς διάγνωσιν καὶ τῶν
7. ἀρωμάτων γενήσεται πυρία. εἰ δὲ οὐχ ἱκανὴ ταῦτα δρᾷν
8. ἐστιν, ἐξ ἄλλων γνωρισμάτων ἐπισκεπτέον ἡμῖν ἔσται τὴν
9. τοιαύτην φύσιν αὐτὸ τοῦτο πρῶτον ἐγνωκότας ὡς ἐστὶ
10. σπάνιος ἡ τοιαύτη κρᾶσις ἐπὶ τῶν γυναικῶν, ἐπειδὴ φύσει
11. ψυχρότερόν ἐστι τὸ θῆλυ τοῦ ἄῤῥενος. ὥστε καὶ διὰ τοῦτο
12. τὴν Ἱπποκράτους διάγνωσιν, ἣν ἐκ τῆς τῶν ἀρωμάτων
13. ποιεῖται πυρίας, ἐπὶ τῶν στεριφῶν γυναικῶν εἶναι χρησιμωτάτην
14. ἤτοι πάσης ἀμέτρου δυσκρασίας ὑποπιπτούσης ἢ κατὰ
15. τὸ σπάνιον ἐκφευγούσης αὐτὴν μιᾶς ἐπ’ ἐκείνων τῶν γυναικῶν
16. αἱ λεπταί τε φαίνονται καὶ μέλαιναι καὶ δασεῖαι,
17. ὥστε ἐξ αὐτῶν τούτων γινώσκεσθαι τὴν
18. ἀμετρίαν τῆς κράσεως ἄνευ τῆς διὰ τῶν ἀρωμάτων πυρίας.