2. Παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀῤῥένων· ἢ γὰρ δι’ ἀραιότητα
3. τοῦ σώματος τὸ πνεῦμα ἔξω φέρεται, πρὸς τὸ μὴ παραπέμπειν
4. τὸ σπέρμα, ἢ διὰ τὴν πυκνότητα τὸ ὑγρὸν οὐ
5. διαχωρέει ἔξω, ἢ διὰ τὴν ψυχρότητα οὐκ ἐκπυριῆται,
6. ὥστε ἀθροίζεσθαι πρὸς τὸν τόπον τοῦτον, ἢ διὰ τὴν θερμασίαν
7. τὸ αὐτὸ τοῦτο γίνεται.
9. Ὁ τοῦτον παραθεὶς τὸν ἀφορισμὸν οὐδὲ τῶν ἰδίων
10. ἀκούει φωνῶν. ἐπαγγειλάμενος γὰρ ἐπὶ τῶν ἀῤῥένων παραπλήσιον
11. ποιήσασθαι τὸν λόγον, ὥσπερ ἐπὶ τῶν γυναικῶν ὁ
12. Ἱπποκράτης ἔγραψεν, οὐκ ἔπραξε τοῦτο. τεττάρων γὰρ
13. ἐκείνου δυσκρασιῶν μνημονεύσαντος ἐχρῆν καὶ τοῦτον ἐπὶ
14. τῶν ἀῤῥένων εἰρηκέναι τὰς τέσσαρας, ὥσπερ ἡμεῖς. ἐποιήσαμεν.
15. ὁ δ’ οὐχ οὕτως, ἀλλὰ πρῶτον μὲν τὴν ἀραιότητα
16. εὐθέως τοῦ σώματος μέμφεται μὴ λελεγμένην ἐπὶ τῶν γυναικῶν,
17. εἶτ’ οὐδ’ αὐτὸς ὁ λόγος αὐτῷ καθ’ ἑαυτὸν ἐξεταζόμενος
1. ἀληθής ἐστι. φαίνονται γὰρ οὐκ ὀλίγοι τῶν ἀνδρῶν
2. ἀραιὸν μὲν ἔχοντες τὸ σῶμα, γονιμώτατον δὲ σπερμαίνοντες.
3. καὶ οὐδὲν θαυμαστόν· ἡ γὰρ ἀραιότης τοῦ σώματος
4. ἐπὶ θερμοτέραις ἅμα καὶ ὑγροτέραις γίνεται κράσεσιν, αἵπερ
5. δὴ μάλιστά εἰσι πολυσπερμόταται ἅμα καὶ γονιμώταται.
6. καὶ γὰρ καὶ τὴν ὕλην ἔχουσιν, ἔξ ἧς τὸ σπέρμα γίνεται
7. δαψιλῆ καὶ τὴν δύναμιν ἐξ ἧς πέττεται. ἐξακοντίζεται δὲ
8. τὸ σπέρμα τῇ συντονίᾳ τῶν σπερματικῶν ἀγγείων ἐκθλιβόμενον
9. οὐχ ὑπὸ πνεύματος ὠθούμενον. ἀναμέμικται μὲν
10. γὰρ οὐσία πνευματικὴ τῇ τοῦ σπέρματος ὑγρότητι, δεῖται
11. δὲ καὶ αὕτη τῶν ἐκθλιβόντων αὐτὴν, ὥσπερ καὶ ἡ ὑγρότης
12. τοσοῦτον πλεονεκτοῦσα τῆς ξηρότητος ὅσον καὶ θᾶττον ἐξακοντίζεται
13. καὶ μέχρι πλείονος φέρεται. ταῦτα μὲν οὖν ὁ
14. παραγράψας τὸν ἀφορισμὸν ἀγνοεῖ καὶ πρὸς τούτοις ὅταν
15. φῇ διὰ τὴν πυκνότητα τὸ ὑγρὸν οὐ διαχωρεῖν ἔξω. εἰ μὲν
16. γὰρ ὑγρὸν ἄλλο τι λέγει καὶ μὴ τὸ σπέρμα, ληρώδης ὁ λόγος·
17. εἰ δὲ τὸ σπέρμα φησὶ διὰ τὴν πυκνότητα τοῦ σώματος
1. ὅλου, μὴ διαχωρεῖν ἔξω παντάπασιν ἀγνοεῖ τὴν τῶν σπερματικῶν
2. ὀργάνων κατασκευὴν, ἄμεινον γὰρ ἦν αἰτιᾶσθαι
3. τὴν ἐκείνων στενότητα. καὶ μὲν δὴ καὶ τὸ ἐφεξῆς εἰρημένον,
4. ἄχρι τινὸς, ἀληθῶς ἀδιανόητον ἔχει τὸ ἐπιφερόμενον.
5. τὸ μὲν γὰρ διὰ τὴν ψυχρότητα τῆς κράσεως μὴ ἐκπυριᾶσθαι
6. τὸ σπέρμα καὶ διὰ τοῦτο ἄγονον ὑπάρχειν ἀληθές ἐστι,
7. τὸ δὲ ἀθροίζεσθαι μὴ δύνασθαι πρὸς τὸν τόπον τοῦτον
8. ἐκ περιττοῦ πρόσκειται. μετὰ δὲ τοῦ μὴ προσειρῆσθαι
9. τὸν τόπον ὑπ’ αὐτοῦ, καταλελεῖφθαι δ’ ὑφ’ ἡμῶν
10. νοηθῆναι. καίτοι γ’ ἡ τούτων φωνὴ τὴν ἀναφορὰν ἔχει
11. ὡς ἐπὶ τὸ προειρημένον. ἀλλὰ ταῦτα μὲν σμικρὰ, τὸ δ’
12. ἐπὶ τῇ τελευτῇ μέγα σφάλμα, λέγοντος αὐτοῦ διὰ τὴν θερμασίαν.
13. τὸ αὐτὸ τοῦτο γίνεσθαι· φανερῶς γὰρ ἐπὶ τὸ
14. προειρημένον ὁ λόγος οὗτος ἀναφέρεται. προείρηται δὲ διὰ
15. τὴν ψυχρότητα, οὐκ ἐκπυριᾶται, ὡς ἀθροίζεσθαι πρὸς τὸν
16. τόπον τοῦτον, ὥστε καὶ διὰ τὴν θερμασίαν χρὴ νοεῖν οὐκ
17. ἐκπυριώμενον οὐδὲ ἀθροιζόμενον ἐν τοῖς σπερματικοῖς ὀργάνοις
18. τὸ σπέρμα. προφανῶς δέ ἐστιν ἄτοπον τοῦτο· φρύγεσθαι
1. μὲν γὰρ ἢ ὀπτᾶσθαι ἤ τι τοιοῦτον λέγειν, πάσχειν
2. τὸ σπέρμα διὰ τὴν θερμότητα λόγον ἔχει· τὸ δὲ μὴ ἐκπυριᾶσθαι
3. παντάπασιν ἄτοπον.