Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 5.64, ed. Kühn, 1827, vol. 17b, p. 872-877. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:5.64


6. Γάλα διδόναι κεφαλαλγέουσι καὶ πυρεταίνουσι κακὸν καὶ
7. οἶσιν ὑποχόνδρια μετέωρα διαβορβορύζοντα καὶ τοῖσι διψώδεσι.
8. κακὸν δὲ καὶ οἶσι χολώδεες αἱ ὑποχωρήσιες καὶ
9. ἐν τοῖσι ὀξέσι πυρετοῖσιν ἐοῦσι καὶ οἶσιν ἂν αἵματος
10. πολλοῦ διαχώρησις γέγονεν. ἁρμόζει δὲ τοῖσι φθινώδεσι
11. μὴ λίην πολλῷ πυρέσσουσι διδόναι γάλα καὶ ἐν πυρετοῖσι
12. μακροῖσι καὶ βληχροῖσι, μηδενὸς τῶν προειρημένων
13. σημείων παρεόντος, παρὰ λόγον δὲ ἐκτετηκόσι.

15. Ὅτι τὸ γάλα ταχέως ἀλλοιοῦται διττὴν ἔχει τὴν ἀλλοίωσιν,
16. ὅταν μὲν ὁμιλῇ πλείονι θερμασίᾳ, κνισούμενον
17. εὐθέως, ὅταν δ’ ὀλίγῃ, ταχέως ὀξυνόμενον, ἔνεστι μέν σοι
1. κατανοῆσαι τοῦτο ἐπὶ πυρὸς ἕψοντι παραχρῆμα μετὰ τὸ
2. τῶν τιτθῶν ἐκπεσεῖν αὐτὸ, τοῦτο δὲ ἐν τῷ κεῖσθαι καθ’
3. ἑαυτό. τῷ μὲν γὰρ ἑψομένῳ ἡ πρὸς τὸ κνισῶδες ἀποτυχία,
4. τῷ δ’ ἀποκειμένῳ ὀξύνεται πάντως ἤτοι θᾶττον ἢ
5. βραδύτερον. οὕτω δὲ κἀπὶ τῶν ὑγιαινόντων, εἰ μὴ πεφθείη
6. καλῶς, τοῖς μὲν ὀξύνεται, τοῖς δὲ κνισοῦται. κατὰ μὲν γὰρ
7. τὴν ψυχροτέραν κοιλίην ὀξύνεται πάντως ἤτοι θᾶττον ἢ
8. βραδύτερον, κατὰ δὲ τὴν θερμοτέραν κνισοῦται. τὸ μέντοι
9. καλῶς πεφθὲν γάλα τρόφιμόν τ’ ἐστὶ καὶ εὔχυμον. ἐν
10. αὐτῷ δὲ τῷ πέττεσθαι καὶ τούτοις ἐξαίρει τε τὰ ὑποχόνδρια
11. καὶ κεφαλῆς ἅπτεται. ταῦτα μὲν οὖν αὐτοῦ τὰ ἔργα
12. καὶ τὰ πάθη κἀπὶ τῶν ὑγιαινόντων θεάσῃ· τὰ δ’ ἐπὶ
13. τῶν νοσούντων ὁ Ἱπποκράτης διεξέρχεται, φαινόμενα
14. μὲν ἑκάστοτε καὶ διὰ τῆς αὐτῶν ἐκείνων πείρας
15. καὶ τὰ πρὸ τῆς ἐμπειρίας γιγνώσκεσθαι δυνάμενα. ὅπου
16. γὰρ ἐπὶ τῶν ἀμέμπτως ὑγιαινόντων ἴσμεν αὐτὸ κεφαλαλγές
17. τε ἅμα καὶ φυσῶδες ὑποχονδρίων ὑπάρχον, οὐδὲν δὴ θαυμαστὸν
18. ἐπινοεῖν ὡς τοῖς ἤδη κεφαλαλγοῦσιν ἢ μετέωρα τὰ
1. ὑποχόνδρια ἔχουσιν ἐναντιώτατόν ἐστι. καλῶς δὲ εἶπεν ὑποχόνδρια
2. μετέωρα, καίτοι δυνάμενος εἰπεῖν ἐμπεφυσημένα καὶ
3. φυσώδη. οὐ γὰρ ταῦτα μόνον τὸ γάλα βλάπτειν πέφυκεν,
4. ἀλλὰ καὶ τἄλλα πάντα τὰ ὁπωσοῦν ἄλλως μετέωρα κατά τι
5. φλεγμονῶδες ἢ ἐρυσιπελατῶδες ἢ σκιρρῶδες ἢ οἰδηματῶδες
6. πάθος. ἔτι δὲ δὴ μᾶλλον ἂν ἀπόστημα μηδέπω συνεῤῥηγμένον
7. ᾖ καθ’ ὑποχόνδριον, οὐκ ἀγαθὸν οὐδὲ τούτοις τὸ
8. γάλα. τά μὲν οὖν τοιαῦτα πάντα δι’ ἑνὸς ὀνόματος ἐδήλωσεν
9. εἰπὼν ὑποχόνδρια μετέωρα. βλάπτεσθαι δέ φησι καὶ
10. διαβορβορύζοντα πρὸ τοῦ γάλακτος, ἕτερα μὲν ὄντα τῶν
11. ἐμπεφυσημένων καὶ τεταμένων, φυσώδη γε μὴν καὶ ταῦτα
12. καὶ πνευματώδη. μείζων μὲν οὖν ἡ βλάβη τοῖς διατεταμένοις
13. ὑποχονδρίοις, ἐλάττων δὲ τοῖς διαβορβορύζουσιν, ἀλλ’
14. ὅμως οὐδὲ τούτοις ἐστὶ τὸ γάλα χρήσιμον, ὀξύνεται γὰρ ἐπ’
15. αὐτῶν. ὀῤῥὸν μέντοι γάλακτος ἡδύνοντες ἁλσὶ καὶ μέλιτι
16. πολλοῖς τῶν τοιούτων ἐδώκαμεν, ὀνίνανται γὰρ ὑπιούσης
17. αὐτοῖς τῆς γαστρός· καὶ τοῖς διψώδεσι κακὸν εἶναί φησι
18. τὸ γάλα, κνισοῦται γὰρ ἐπ’ αὐτῶν, ἐάν τε φύσει
1. διψῶσιν, ἐάν τε καὶ κατὰ τὸν καιρόν τινα γεννηθῶσι. καὶ
2. μὲν δὴ ὅσαι διαχωροῦσι χολώδη καὶ τούτοις ἐγὼ φαίην ἂν
3. τὸ γάλα κνισῶδες, οὐχ ἧττον δὲ καὶ τοῖς ἐμοῦσι τοιαῦτα.
4. καθόλου γὰρ ἐμάθομεν ὡς ἀλλοιοῦται τάχιστα πρὸς ἁπάντων
5. τῶν θερμῶν αἰτίων ἐπὶ τὸ κνισῶδες. εἰκότως οὖν
6. βλαβερὸν καὶ τοῖς ὀξέως πυρέττουσι. καί μοι δοκεῖ βέλτιον
7. ἂν ἡ λέξις οὕτως ἔχειν, κακὸν δὲ καὶ οἶσι χολώδεις ὑποχωρήσιες
8. καὶ τοῖς ὀξέσι πυρετοῖσιν ἐοῦσιν. οὐ γὰρ ἐπὶ
9. τούτων ἀμφοτέρων μόνον βλαβερόν ἐστιν, ἀλλὰ καὶ καθ’
10. ἑκάτερον ἰδίᾳ. ταῦτα μὲν οὖν τὰ πάθη βλάπτει τὸ γάλα
11. μεγάλως, τὰ δ’ ἐφεξῆς ὠφελεῖ, περὶ ὧν ὁ Ἱπποκράτης οὕτως
12. ἔγραψεν, ἁρμόζει δὲ φθινώδεσι μὴ λίην πολλῷ πυρέττουσι
13. διδόναι, περὶ τῶν φθινωδῶν γὰρ ποιεῖται τὸν λόγον
14. πρῶτον. ἀκουστέον δ’ οὕτως ὀνομάζειν αὐτὸν ἐκείνους ὅσοι
15. νοσοῦσι φθόην, τοὺς δ’ ἄλλους ἐκτετηκότας ἐφεξῆς ἐρεῖ κατὰ
16. τὴν λέξιν, ἧς ἡ ἀρχὴ, καὶ ἐν πυρετοῖσι βληχροῖσι καὶ μακροῖσι·
17. κοινὸν δ’ ἐπὶ πάντων ὅσοι γάλακτος χρῄζουσι τὸ
1. δεῖσθαι τροφῆς εὐχύμου τε ἅμα καὶ ταχέως ἀναδιδομένης.
2. καὶ οὐ δεῖ ταράττεσθαι εἰ τὸ γάλα φαμὲν εὔχυμον, φυσῶδές
3. τι ἔχον. καθόλου γὰρ εὔχυμα λέγομεν εἶναι ὅσα μετὰ
4. τὴν πέψιν εἰς χρηστὸν χυμὸν μεταβάλλει, ἤτοι εἰς αἱματικὸν,
5. οὗτος γὰρ φίλιος ἡμῶν χυμός. διὰ τί δὲ εἰπὼν, ἁρμόζει
6. δὲ φθινώδεσι, προσέθηκε, μὴ λίην πολλῷ πυρέσσουσιν,
7. ἄξιον εἶναί μοι δοκεῖ σκέψεως οὐ μικρᾶς. ἤρκει γὰρ καὶ
8. χωρὶς τοῦ λίην. ἆρ’ οὖν καὶ τοῖς πολλῷ πυρέττουσι μόνοις
9. μὴ διδόναι τὸ γάλα; ἢ τοῖς μὲν λίην πολλῷ πυρέττουσι
10. μόνοις δίδωσιν ἢ παρεγγέγραπται πρός τινος τὸ λίην, ὥσπερ
11. καὶ ἄλλα πολλά; ταυτὶ μὲν οὖν ἐπὶ σχολῆς τις ζητείτω.
12. τὸ δὲ τοῖς πολλῷ πυρέττουσι μὴ διδόναι τὸ γάλα
13. παρ’ ἡμῶν ἤδη μαθὼν ἴστω. θαυμάζω δὲ πῶς ἐφ’ ὧν κελεύει
14. διδόναι τὸ γάλα προσέγραψε, μηδ’ ἑνὸς ὧν προείρηται
15. παρόντος, οὐ κατὰ βραχυλογίαν τοῦτο ὂν τῆς ἀφοριστικῆς
16. διδασκαλίας. ἐγινώσκετο γὰρ ἐξ ὧν προειρήκει καὶ
17. μὴ ῥηθὲν ὅτι δοτέον φθινώδεσι καὶ παράλογον ἐκτετηκόσιν,
1. ἄνευ τοῦ κεφαλαλγεῖν ἢ ὀγκοῦσθαι τὸ ὑποχόνδριον ἢ χολώδεις
2. γίνεσθαι διαχωρήσεις ἢ τῶν ἄλλων τι τῶν τοιούτων
3. ὑπάρχειν αὐτοῖς ἢ οὐχ ἁπλῶς, οὐδὲ ἀεὶ βραχυλογίαν ἀσκεῖν
4. ἔοικεν ὁ Ἱπποκράτης, ἀλλ’ ἐν οἶς μέγα τι τὸ κινδυνευόμενον
5. τῷ ἀμελῶς ἀκουσθέντι διδάσκει, λέγειν ἐπὶ τούτων οὐκ
6. ὀκνεῖ ταῦτα ἐνίοτε δὶς ἢ καὶ τρίς.

Cliquer un n° de page pour en afficher l’image