Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 5.65, ed. Kühn, 1827, vol. 17b, p. 877-880. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:5.65


9. Ὁκόσοισιν οἰδήματα ἐφ’ ἕλκεσι φαίνεται, οὐ μάλα σπῶνται,
10. οὐδὲ μαίνονται τουτέων δ’ ἀφανισθέντων ἐξαίφνης,
11. τοῖσι μὲν ὄπισθεν σπασμοὶ, τέτανοι· τοῖσι δὲ ἔμπροσθεν
12. μανίαι, ὀδύναι πλευροῦ ὀξεῖαι ἢ ἐμπύησις ἢ δυσεντερίη,
13. ἢν ἐρυθρὰ ᾖ τὰ οἰδήματα.

15. Τοὺς παρὰ φύσιν ὄγκους ἅπαντας ὁ Ἱπποκράτης οἰδήματα
16. προσαγορεύει, περιεχομένων ἐν αὐτοῖς δηλονότι καὶ
1. τῶν φλεγμονῶν καὶ μέντοι καὶ αὐτὸ τοῦτο τοὔνομα τὸ τῆς
2. φλεγμονῆς ἐπὶ τῆς φλογώσεως μᾶλλον οἱ παλαιοὶ πάντες
3. ἔλεγον, εἰ καὶ χωρὶς ὄγκου συσταίη. ἔστι μὲν οὖν τὸ νῦν
4. λεγόμενον τοιοῦτον, οἶς ὄγκοι τοῖς ἕλκεσιν ἐπιγίνονται, οὐ
5. πάνυ τι σπῶνται οὐδὲ μαίνονται. τοῦτο δὲ ἔνδειξιν ἔχει
6. τοῦ καὶ σπᾶσθαι μέν τινας ἐπ’ αὐτοῖς καὶ μαίνεσθαι, ἀλλὰ
7. σπανίως τοῦτο πάσχειν, ὅταν δηλονότι μέγεθος ἀξιόλογον ἢ
8. κακοήθειάν τινα προσλάβωσιν, ἂν μέντοι τύχωσιν ἀφανισθέντες
9. ἐξαίφνης οἱ ὄγκοι, σπασμούς τε καὶ τετάνους ὅταν
10. ἐν τοῖς ὀπίσω μέρεσιν ᾖ τὰ ἕλκη, τουτέστι κατὰ τὸν νῶτον.
11. τὰ δ’ ἄλλα τὰ ἐφεξῆς εἰρημένα τοῖς ἐν τοῖς πρόσω μέρεσι
12. γεγενημένοις ἕπεσθαί φησι. νευρώδη μὲν γὰρ τὰ ὄπισθεν,
13. ἀρτηριώδη δὲ καὶ φλεβώδη τὰ ἔμπροσθέν ἐστιν. ὅταν οὖν
14. ἀπὸ τῶν ἡλκωμένων μερῶν ὁ χυμὸς ὁ ποιήσας τὸ οἴδημα
15. ἐπαναβῇ πρός τι τῶν κυρίων μορίων, ἐν μὲν τοῖς νευρώδεσι
16. μέρεσι τοῖς ὀπίσω σπασμοὶ καὶ τέτανοι γενήσονται,
17. νεύρων δὲ ταῦτα πάθη, ἐν δὲ τοῖς πρόσω μανία
1. μὲν, ἐὰν ἐπὶ τὴν κεφαλὴν ἀνενεχθῇ, πλευροῦ δ’ ἄλγημα τραπέντος
2. ἐπὶ θώρακα τοῦ χυμοῦ. πολλάκις δ’ οὗτοι καὶ ἔμπυοι
3. γίνονται, μὴ διαφορηθέντος αὐτοῦ δυσεντερίαν δ’
4. ἔσεσθαί φησιν, ἐὰν ἐρυθρῶν ὄντων τῶν οἰδημάτων ἐξαίφνης
5. γένηται μετάστασις. ἐκείνην μέντοι τὴν δυσεντερίαν
6. ὀνομάζομεν αἱματηρὰν, ἥτις ἐστὶν αἵματος κένωσις δι’ ἐντέρων
7. χωρὶς ἑλκώσεως. ὅτι μὲν οὖν ἂν κατὰ νῶτον ἢ τὰ
8. πρόσω μόρια τὰ τούτοις ἀνακείμενά ποτε συμβῇ ἀφανισθῆναι
9. τὰ οἰδήματα, τοῖς εἰρημένοις πάθεσι περιπίπτουσιν οἱ
10. κάμνοντες ἑωράκαμεν. οὐ μὴν ὁ Ἱπποκράτης αὐτὸς ἐδήλωσεν
11. εἴτε περὶ τούτων λέγει μόνων τῶν μορίων εἴτε περὶ
12. πάντων ἁπλῶς ὥστε καὶ τὰ κῶλα περιλαμβάνεσθαι κατὰ
13. τὸν λόγον. ἐπὶ μὲν οὖν κνημῶν οὐκ εἰσὶν ἐν τοῖς πρόσω
14. μέρεσι μύες εἰς τένοντας εὐρώστους τελευτῶντες, ἐπὶ δὲ
15. τοῦ μηροῦ τὸν ἐν τοῖς πρόσω μέρεσι τοῦ γόνατος τένοντα
16. μέγιστον ὁρῶμεν, ἐφ’ ᾧ κατὰ συμπάθειαν εὔλογόν ἐστιν
17. ἀκολουθῆσαι σπασμὸν μᾶλλον ἤ τινι τῶν ὀπίσω τοῦ μηροῦ
18. κειμένων μυῶν, σαρκώδεις γάρ εἰσιν ἅπαντες. ὥστ’ οὐκ
1. ἀληθὲς εἶναι δόξει τὸ καθόλου λεγόμενον, ὡς τοῖς ὀπίσω
2. μέρεσι μόνοις ἕπονται σπασμοί. φαίνεταί γε μὴν ὡς τὸ
3. πολὺ τοῦτο γινόμενον, οὐκ ἐπί σκελῶν μόνων, ἀλλὰ καὶ χειρῶν,
4. ἴσως διὰ τὸ κατ’ εὐθυωρίαν εἶναι ταῦτα πάντα τὰ
5. μέρη τῷ νωτιαίῳ, πεφυκέναι δὲ ἀπὸ τούτου τά τε τῶν κώλων
6. νεῦρα καὶ τὰ τῶν ῥαχιτῶν μυῶν.

Cliquer un n° de page pour en afficher l’image