Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 5.66, ed. Kühn, 1827, vol. 17b, p. 880-882. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:5.66


9. Ἢν τραυμάτων ἰσχυρῶν καὶ πονηρῶν ἐόντων οἴδημα μὴ
10. φαίνηται, μέγα κακόν.

12. Δύναται μὲν καὶ τῷ κατὰ τὴν τελευτὴν εἰρημένῳ τὸ κακὸν
13. συναφθῆναι τὸ μέγα, δύναται καὶ τῷ προτέρῳ τοῦ ἀφορισμοῦ
14. μέρει. γενήσεται γὰρ ὁ λόγος τοιοῦτος· τραυμάτων
15. πονηρῶν ἐόντων οἴδημα μὴ φαίνεσθαι κακόν ἐστι μέγα,
16. εἴτε οὕτως τραυμάτων πονηρῶν ἐόντων οἴδημα μέγα μὴ
17. φαίνεσθαι κακόν. ἐγχωρεῖ δὲ καὶ κοινὸν ἀμφοῖν εἰρῆσθαι
1. τὸ μέγα, ὡς καὶ οὕτως εἶπεν· ἢν τραυμάτων πονηρῶν ἐόντων
2. οἴδημα μέγα μὴ φαίνηται, κακόν ἐστι μέγα. βελτίων
3. δὲ τῶν τριῶν λόγων ἐστὶ κατά γε τὴν ἐμὴν κρίσιν ὁ τοιοῦτος.
4. ἢν τραυμάτων πονηρῶν ἐόντων μὴ φαίνηται οἴδημα,
5. κακόν ἐστι. προείρηται δέ μοι κατὰ τῶν παρὰ φύσιν ὄγκων
6. ἁπάντων ὑπ’ αὐτοῦ λέγεσθαι τὸ οἴδημα. πονηρὰ δ’ ἡγητέον
7. εἰρῆσθαι τραύματα τὰ κατὰ τὰς κεφαλὰς ἢ
8. τελευτὰς τῶν μυῶν καὶ μάλιστα τῶν νευρωδῶν. κατὰ μὲν
9. τὰς κεφαλὰς τῶν μυῶν ἐμφύεται τοῖς μυσὶ τὰ νεῦρα, κατὰ
10. δὲ τὰς τελευτὰς οἱ τένοντες ἐμφύονται. ὥσπερ οὖν ὀλίγον
11. ἔμπροσθεν ἐμέμψατο τὰ ἐξαίφνης ἐφανιζόμενα τῶν οἰδημάτων,
12. οὕτω νῦν τὰ μηδ’ ὅλως ἐπιγινόμενα τοῖς πονηροῖς
13. τραύμασιν. ὑποψία γάρ τίς ἐστιν ἐπὶ τούτων ἐπὶ τὰ κυριώτερα
14. μεθίστασθαι τοὺς ἐπιῤῥέοντας τοῖς τραύμασι χυμοὺς
15. καὶ μάλιστα τοῦτ’ ἔοικε γίνεσθαι κατ’ ἐκεῖνα τῶν τραυμάτων,
16. ἐν οἷς ὀδύνη μέν ἐστι καὶ δι’ αὐτὴν ἐπιῤῥεῖ τι πάντως.
17. ἀναστέλλεται δὲ ὑπὸ τῶν ἰατρῶν τοῖς ἰσχυρῶς
18. ψύχουσιν ἢ στύφουσι φαρμάκοις, ὡς τά γε χωρὶς ὀδύνης
1. οὐδὲ ῥεῦμα κινεῖ. μάλιστα δ’ ὀδυνᾶται τὰ νευρώδη
2. μόρια, δεόμενα διὰ τῶν θερμαινόντων καὶ ξηραινόντων
3. θεραπεύεσθαι φαρμάκων.

Cliquer un n° de page pour en afficher l’image