6. Τὰ χαῦνα χρηστὰ, τὰ ἔνωμα κακά.
8. Οὗτος ὁ λόγος μόριόν ἐστι τοῦ προγεγραμμένου, διδάσκοντος
9. τοῦ Ἱπποκράτους ὅσα μὲν οἰδήματα χαῦνα χρηστὰ
10. πάντ’ εἷναι, τὰ δ’ ἐναντία μοχθηρά. κυρίως μὲν οὖν
11. ἀντίκειται τῷ χαύνῳ τὸ σκληρὸν καὶ ἀντίτυπον. ὁ δ’ Ἱπποκράτης
12. ἔνωμον αὐτὸ προσηγόρευσεν. οὐδὲ γὰρ οἷόν τε
13. γενέσθαι ποτὲ ἀντίτυπον οἴδημα πεπτούσης καλῶς τῆς ἐν
14. τῷ μορίῳ φύσεως τοὺς ἐπιῤῥέοντας χυμούς.