17. Τῷ ὄπιθεν κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθίη φλὲψ
18. τμηθεῖσα ὠφελέει.
1. Οὐ μόνον ἐπιτηδεύει κενοῦν ὁ Ἱπποκράτης ἔνθα χρεία
2. κενοῦν, ἀλλὰ καὶ μετὰ ἀντισπάσεως. ἡ δὲ ἀντίσπασις ἐπὶ
3. τἀναντία γίνεται, κατὰ μῆκος μὲν ἄνω καὶ κάτω, κατὰ
4. πλάτος δὲ ἔνθα καὶ ἔνθα. τοῦτ’ ἐστὶν ἐπ’ ἀριστερά τε καὶ
5. δεξιὰ, κατὰ βάθος δὲ ὀπίσω τε καὶ πρόσω. νῦν
6. οὖν ἐν τοῖς ὄπισθεν τῆς κεφαλῆς ἀλγήμασι μετὰ ἀντισπάσεως
7. κένωσις ἐκ μετώπου γενήσεται, ὥσπερ καὶ ἐν τοῖς
8. ἔμπροσθεν ἡ κατ’ ἰνίου. οὕτω γοῦν ὀφθαλμῶν χρόνια ῥεύματα
9. πολλάκις ἐθεραπεύθη διὰ τῶν κατ’ ἰνίον μερῶν, αἵματος
10. ἀφαιρεθέντος ἅμα χρήσει σικύας.