13. Ῥίγεα ἄρχεται γυναιξὶ μὲν ἐξ ὀσφύος μᾶλλον καὶ διὰ νότου
14. εἰς κεφαλὴν, ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν τοῦ σώματος
15. μᾶλλον ἢ ἔμπροσθεν, οἷον ἀπό τε πήχεων, μηρῶν, ἀτὰρ
16. καὶ τὸ δέρμα ἀραιὸν ἔχουσι, καὶ δηλοῖ δὲ τοῦτο ἡ θρίξ.
1. Ῥίγος πᾶν ἄρχεται μὲν μετά τινος αἰσθητῆς ψύξεως.
2. ἑτοιμότερα δ’ οὐ ψυγῆναι μόνον, ἀλλὰ καὶ τῆς ψύξεως αἰσθάνεσθαι
3. τὰ κατὰ νῶτον, ὥστ’ εἰκότως ἐντεῦθεν ἄρχεται
4. τὰ ῥίγη καὶ θᾶττόν γε ταῖς γυναιξὶ γίνεται ταυτὶ, διότι
5. καὶ ψυχρότερόν ἐστι τὸ θῆλυ φύσει καὶ ἀσθενέστερον. ἀναθεῖ
6. δ’ ἐντεῦθεν ἀρξάμενον τὸ ῥῖγος ἐπὶ τὴν ἀρχὴν τῶν
7. νεύρων, τὴν κεφαλὴν, τάχιστα γιγνομένης διὰ τοῦ νωτιαίου
8. τῆς συμπαθείας. ἐπειδὴ καὶ οὗτος ὁμοίως ἐγκεφάλου ψυχρός
9. ἐστι φύσει καὶ διὰ τὴν μαλακότητα τῆς οὐσίας ὁμοίως
10. εὐάλωτος. ἐκ δὲ τῶν πρόσω μερῶν οὐκ ἄρχεται τὰ ῥίγη,
11. διότι θερμότερα τῶν ὀπίσω τὴν κρᾶσιν ἐστὶ καὶ τούτων
12. γνώρισμα τίθεται τὴν ἀραιότητα τοῦ δέρματος, αὐτῆς δὲ
13. πάλιν ταύτης τὸ πλῆθος τῶν τριχῶν. εἴρηται δέ μοι περὶ
14. τριχῶν γενέσεως αὐτάρκως ἐν τοῖς περὶ κράσεων
15. ὑπομνήμασιν.