8. Τὰ ἐπιληπτικὰ ὁκόσοισι πρὸ τῆς ἤβης γίνεται, μετάστασιν
9. ἔχει. ὁκόσοισι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται,
10. τουτέοισι τὰ πολλὰ συναποθνήσκει.
12. Κυρίως μὲν ὀνομάζονται μεταστάσεις πάθους,
13. ὅταν ἐξ ἑτέρου μέρους εἰς ἕτερον μετέρχωνται, καταχρωμένων
14. δὲ καὶ αἱ λύσεις οὕτω προσαγορεύονται. καί μοι δοκεῖ
15. νῦν ὁ Ἱπποκράτης κατὰ τὸ δεύτερον σημαινόμενον κεχρῆσθαι
16. τῇ προσηγορίᾳ. οὐ μόνον γὰρ εἰς ἕτερα μόρια μεθισταμένων
17. τῶν τὴν ἐπιληψίαν ἐργαζομένων χυμῶν λύεται τὸ
1. πάθος, ἀλλὰ καὶ τελέως ἐκθεραπευομένων· εἰσὶ μὲν γὰρ
2. οὗτοι παχεῖς καὶ ψυχροὶ καὶ φλεγματικοί. παύονται δ’
3. ὑπό τε τῆς ἡλικίας ἐπὶ τὸ ξηρότερον μεταβαλλούσης καὶ διὰ
4. γυμνασίαν καὶ διὰ δίαιταν ξηραντικὴν, ἅμα τοῖς ἐπιτηδείοις
5. φαρμάκοις. ἀλλὰ νῦν γε ὁ Ἱπποκράτης μόνης τῆς καθ’
6. ἡλικίαν μέμνηται μεταβολῆς ὑφ’ ἧς διδασκόμενοι καὶ τὸ
7. τῆς διαίτης εἶδος ἅμα τοῖς φαρμάκοις εὑρήσομεν. ὅπερ
8. οὖν ἐν ἑτέρῳ μέρει τῶν ἀφορισμῶν εἶπε, τῶν ἐπιληπτικῶν
9. τοῖσι νέοισιν ἀπαλλαγὴν αἱ μεγάλαι μεταβολαὶ, μάλιστα
10. τῆς ἡλικίας καὶ τῶν χωρίων καὶ τῶν βίων καὶ τόπων ποιέουσι,
11. ταῦτα νῦν ἐπ’ αὐτῶν τῶν παθῶν ἐδήλωσε, τὰ μὲν
12. πρὸ τῆς ἥβης συνιστάμενα τῶν ἐπιληπτικῶν παθῶν παύεσθαι
13. λέγων ἐν τῇ τῆς ἡλικίας μεταβολῇ, τὰ δ’ ἐξωτέρω
14. τῶν εἴκοσι πέντε ἐτῶν συναποθνήσκειν, ᾧ καὶ δῆλον ὡς καὶ
15. τὸν τῆς ἥβης χρόνον ἕως τῶν πέντε καὶ εἴκοσιν ἐτῶν ἐκτετάσθαι
16. νομίζει, τὴν ἀρχὴν λαμβάνοντα μετὰ τὴν δευτέραν
17. ἑβδομάδα. πρόδηλον δὲ ὡς οὔτε πᾶσιν ἰαθήσεται τὸ πάθος
18. ὑπὸ τῆς ἡβηστικῆς ἡλικίας, εἰ μὴ καὶ τἄλλα πράττειν
1. ὀρθῶς, οὔθ’ οἷς ἐν ταύτῃ συνέστη διὰ παντὸς παραμένει
2. καλῶς διαιτωμένοις. ἀλλ’ ὅτι γε τὴν ἀπὸ τῆς ἡλικίας ἴασιν
3. οὐκ ἔχει, συγκαταγηράσει δ’ ὅσον ἐπ’ αὐτῇ τὸ πάθος
4. αὐτοῖς ἐδήλωσε σαφῶς, οὐ μὴν σαφῶς γέ τι λέλεκται· καίτοι
5. δοκοῦν εἶναι σαφὲς τοῖς ἀμελέστερον ἀκούουσι τοῖς
6. πέντε καὶ εἴκοσιν ἐτῶν συναποθνήσκειν τὸ πάθος οἷς ἐγένετο
7. πέμπτον καὶ εἰκοστὸν ἔτος ἄγουσιν, ἀλλ’ ἔτι καὶ μᾶλλον
8. οἷς ἐξωτέρω. προσθέντες οὖν τὸ λεῖπον τῇ λέξει τοῦ
9. Ἱπποκράτους ἀληθῆ τελέως αὐτὴν ἀπεργασόμεθα, τὰ ἐπιληπτικὰ
10. παθήματα. τὰ μὲν πρὸ τῆς ἥβης συνιστάμενα
11. κατὰ τὸν ἐκείνης λύεται καιρὸν, τὰ δ’ ἐξωτέρω τῆς ἥβης
12. συναποθνήσκει. καιρὸς δ’ ἥβης ἐστὶν ὁ μετὰ τεσσαρεσκαίδεκα
13. μέχρι πέντε καὶ εἴκοσιν ἐτῶν. ἔστι δὲ καὶ ἄλλη τις
14. γραφὴ τοιαύτη· οἷσι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται,
15. τὰ πολλὰ συναποθνήσκει, σημαίνοντος τοῦ τὰ πολλά ταὐτὸν
16. τῷ ὡς ἐπὶ τὸ πολύ.