2. Οἱ ὑπὸ τεταρταίων ἁλισκόμενοι οὐ πάνυ τοι ὑπὸ σπασμῶν
3. ἁλίσκονται. ἢν δὲ ἁλίσκωνται πρότερον, εἶτα καὶ ἐπιγένηται
4. τεταρταῖος, παύονται.
6. Ὁ μὲν ἐπὶ κενώσει γενόμενος σπασμὸς ὀξύτατός
7. ἐστι καὶ ὀλεθριώτατος. ὁ δ’ ἐπὶ πληρώσει τῶν νευρωδῶν
8. μορίων οἶος καὶ ἐπιληπτικὸς οὔτ’ ὀξύτατος οὔθ’
9. ὁμοίως ἐκείνων κινδυνώδης. μέμνηται δὲ νῦν ὁ Ἱπποκράτης
10. τοιούτου σπασμοῦ. τὸ γὰρ ἁλισκόμενοι ἁλίσκονται
11. παράτασιν δηλοῖ τοῦ χρόνου. τοῦτον οὖν τὸν σπασμὸν ὁ
12. τεταρταῖος οὐκ ἐᾷ γενέσθαι, ἀλλὰ καὶ εἰ φθάσειε προσγενέσθαι,
13. λύει. γίνεται δ’ ὑπὸ γλίσχρων χυμῶν τε καὶ φλεγματικῶν
14. ἐμπλαττομένων γε τοῖς νευρώδεσι μορίοις. οὔσης
15. δὲ τοῖς τοιούτοις χυμοῖς διττῆς τῆς ἰάσεως, ἐκκρίσεώς τε
16. καὶ πέψεως, ἀμφοτέρας ὁ τεταρταῖος ἔχει, τὴν μὲν ἔκκρισιν
17. τῷ ῥίγει· μόνος γὰρ ὁ τοιοῦτος σπασμὸς ἱκανῶς ἐκκρῖναι
1. παχὺν χυμόν· τὴν δὲ πέψιν τῷ λόγῳ τῆς ἐπιγενομένης
2. τῷ ῥίγει θερμασίας.