5. Ὁκόσοισι δέρματα περιτείνεται καρφαλέα καὶ σκληρὰ, ἄνευ
6. ἱδρώτων τελευτῶσιν, ὁκόσοισι δὲ χαλαρὰ καὶ ἀραιὰ, σὺν
7. ἱδρῶτι τελευτῶσιν.
9. Τῶν μελλόντων ἀποθνήσκειν οἷς μὲν αὐχμώδη καὶ
10. σκληρὰ καὶ ξηρὰ καὶ τεταμένα τὰ δέρματα, χωρὶς ἱδρῶτος
11. ἀποθνήσκουσιν, οἶς δὲ τἀναντία ἀραιὰ καὶ μαλακὰ καὶ
12. χαλαρὰ, σὺν ἱδρῶτι τελευτῶσι. τοῖς μὲν γὰρ προτέροις ἢ
13. οὐχ ὅλως ἐστὶν ὑγρότης ἢ οὐκ ἐν τῷ δέρματι, τοῖς δ’ ἄλλοις
14. καὶ κατὰ τὸ δέρμα ἐστίν.