17. Οἱ ἰκτεριώδεες οὐ πάνυ τι πνευματώδεες εἰσίν.
1. Πνευματώδεις νῦν εἰρῆσθαι νομιστέον ἐκείνους ὅσοι
2. κατὰ γαστέρα πλῆθος ἀθροίζουσι φυσώδους πνεύματος,
3. ἤτοι δι’ ἐρυγῶν κενούμενον ἢ διὰ φυσῶν ἢ παραμένον
4. τε καὶ διατεῖνον τὰ τῇδε. γίνεται δὲ τοῦτο ποτὲ μὲν δι’
5. ἀτονίαν τέ τινα καὶ ἀσθένειαν αὐτῶν τῶν κατὰ γαστέρα
6. μορίων, ἐνίοτε δ’ ἐπὶ φλεγματώδει χυμῷ καὶ ψυχρῷ. οὗτοι
7. μὲν οὖν οἱ διὰ φλεγματικὸν χυμὸν πνευματώδεις ἐναντίοι
8. τοῖς ἰκτεριώδεσίν εἰσι χολώδεσιν οὖσιν, ὥστε οὐκ ἄν ποτε
9. κατὰ τὴν τοῦ πλεονάζοντος χυμοῦ φύσιν οἱ ἰκτεριώδεις
10. γίγνονται πνευματώδεις. ἐγχωρεῖ δ’ αὐτοὺς ἐπ’ ἀῤῥωστίᾳ τῶν
11. μερῶν φυσώδεις γίνεσθαι. διὰ τοῦτ’ οὖν προσέθηκε τῷ
12. λόγῳ τὸ οὐ πάνυ τι, τὸ μὲν διηνεκὲς τῆς ἀποφάσεως κωλύων,
13. ἐνδεικνύμενος δὲ ὡς τὸ πολὺ γίνεσθαι τὸ προειρημένον.
14. οὐ πάνυ γάρ τοι τοῖς κατὰ γαστέρα μορίοις ἅπαντα
15. ἄτονα ἔστιν εὑρεῖν τοὺς ἰκτεριώδεις.