2. Ὁκόσοι πλευριτικοὶ γινόμενοι οὐκ ἀνακαθαίρονται
3. ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν, τουτέοισιν ἐς ἐμπύημα
4. μεθίσταται.
6. Τὴν διὰ τῶν πτυσμάτων κένωσιν τῶν τὴν πλευρῖτιν
7. ἐργασαμένων χυμῶν ἀνακάθαρσιν καὶ κάθαρσιν εἴωθεν ὀνομάζειν
8. ὁ Ἱπποκράτης, ὥσπερ γε καὶ τὸ πτύειν τούτους καθαίρεσθαι
9. κατά τε τὸ περὶ διαίτης ὀξέων καὶ τὸ προγνωστικὸν
10. ὠνόμασεν. ἀλλὰ νῦν γε χρόνον ὁρίζει τῆς καθάρσεως,
11. ἐν ᾧ μὴ γενομένης αὐτῆς εἰς ἐμπύημά φησι μεθίστασθαι
12. τὴν πλευρῖτιν, ἤτοι τὴν εἰς πῦον μεταβολὴν οὕτως ὀνομάζων
13. ἅπασαν, ὥσπερ κἀν τῷ προγνωστικῷ πολλάκις, ἢ τὴν
14. μεταξὺ θώρακός τε καὶ πνεύμονος ἔκχυσιν τοῦ πύου. γίνεται
15. γὰρ ἑκάτερον τούτων, ὅταν οἱ πλευριτικοὶ μὴ καθαρθῶσι
16. διὰ τῶν πτυσμάτων. ἀλλὰ τό γε δεύτερον τῶν εἰρημένων
17. ἐν τοῖς ἐφεξῆς αὐτὸς ὠνόμασε ῥῆξιν ἐμπυήματος.