2. Ἡ φθίσις γίνεται μάλιστα ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδεκα
3. ἐτέων μέχρι πέντε καὶ τριήκοντα.
5. Διὰ τῶν ἔμπροσθεν ἀφορισμῶν ἡνίκα τὰ νοσήματα κατὰ
6. τὰς ἡλικίας διηγεῖτο, τοῖς δὲ νεανίσκοισιν αἵματος πτύσιες
7. ἔφη· νυνὶ δὲ καὶ τὸν τῶν ἐτῶν ἀριθμὸν προσέθηκεν,
8. οὐ διὰ τοῦτο γράψας πάλιν ἄνωθεν ὑπὲρ αὐτῶν, ἀλλὰ τῇ
9. κοινωνίᾳ τῶν κατὰ θώρακά τε καὶ πνεύμονα παθῶν. διὰ
10. τί μὲν οὖν οἱ νεανίσκοι καὶ μάλιστα τοῖς τοιούτοις ἁλίσκονται
11. παθήμασιν ἔμπροσθεν εἴρηται· περὶ δὲ τῶν κατὰ
12. τὰς ἡλικίας ἐτῶν ἐν τῷδε διοριστέον, ἐπεὶ καὶ ὁ Ἱπποκράτης
13. ἔφη φθίσιν γενέσθαι ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδεκα
14. ἐτέων μέχρι τριάκοντα πέντε. τὸ γὰρ ἡλικίῃσι πληθυντικῶς
15. εἰρημένον ἔνδειξίν τινα ἔχει τοῦ μὴ μίαν ἡλικίαν ὑπολαμβάνειν
16. εἶναι τὸν Ἱπποκράτην τὴν μεταξὺ τῶν
17. εἰρημένων ἐτῶν. οὐδὲ γάρ ἐστι μία σκοπουμένοις ἀκριβέστερον,
18. ἀλλ’ ἡ μὲν ἀπὸ τῶν ὀκτωκαίδεκα μέχρι τῶν
1. πέντε καὶ εἴκοσι ἐτῶν μειρακίων ἐστίν. ἡ δ’ ἀπὸ τοῦδε
2. τῶν νεανίσκων μέχρι πέντε καὶ τριάκοντα.