Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 6.1, ed. Kühn, 1827, vol. 17b, p. 1-9. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:6.1

ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ

ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ

ΥΠΟΜΝΗΜΑΤΑ.


2. Ἐν τῇσι λειεντερίῃσιν ὀξυρεγμίη ἐπιγινομένη
3. μὴ πρότερον γινομένη σημεῖον ἀγαθόν.

5. Ἡ λειεντερία ταχεῖα διὰ τῆς κοιλίας καὶ τῶν ἐντέρων
6. διέξοδός ἐστι τῶν ἐσθιομένων τε καὶ πινομένων, τοιούτων
7. ὑποχωρούντων ὁποῖα κατεπόθη. συντομώτερον δ’ ἄν τις
1. αὐτὴν ἀφοριζόμενος εἴποι στέρησιν πέψεως, οὔτε
2. κατὰ χροιὰν οὔτε κατὰ σύστασιν ἢ ὀσμὴν ἢ ὅλως ἡντιναοῦν
3. ποιότητα γενομένης ἐν τῇ γαστρὶ μεταβολῆς σιτίων.
4. ὠνομάσθη δὲ τὸ πάθος οὕτως ὑπονοησάντων τῶν πρώτως
5. θεμένων τὴν προσηγορίαν αὐτῷ διὰ λειότητα γεγονέναι
6. τῆς ἔνδον ἐπιφανείας τῶν ἐντέρων, δι’ ἣν οὐκέτι ἀντιλαμβάνεται
7. τῶν ἐμπεριεχομένων ἐν αὐτοῖς, ὡς ἂν ὅτε κατὰ φύσιν
8. εἶχε τῇ τραχύτητι κατεχόντων αὐτά. πολλὰ μὲν οὖν
9. καὶ ἄλλα τῶν πρώτως ὀνομασάντων τὰ πράγματα δίκαιον
10. ἐπαινεῖν, οὐ μὴν ἐπί γε ταῖς λειεντερίαις ἀποδέχομαι τοὺς
11. ἄνδρας, ἀγνοήσαντας ὅτι τῆς γαστρὸς αὐτῆς ἔργον ἐστὶ περιπτύσσεσθαί
12. τε τὰ σιτία ἔν τινι χρόνῳ, ὡς σφιγγούσης τε καὶ
13. κατεχούσης αὐτὰ καὶ αὖθις ὠθεῖν κάτω καὶ ὡς ἡ κατὰ τὴν κύστιν
14. γίνεται στραγγουρία, μὴ περιμενούσης ἀθροισθῆναι τὸ
15. οὖρον, ἀλλ’ εὐθὺς ἀποτριβομένης αὐτῆς ἢ ὡς δακνῶδες ἢ ὡς
16. βαρῦνον, οὕτω δὴ καὶ κατὰ τὴν γαστέρα αἱ ταχεῖαι διέξοδοι.
1. αὗται γὰρ αἰτίαι κοιναὶ ἁπάσης εἰσὶν ἐκκρίσεως. ἃς
2. εἴπερ οἱ πρῶτοι θέμενοι τοὔνομα τῷ πάθει λειεντερίαν ἠπίσταντο,
3. τὴν μὲν περὶ τῆς λειότητος τῶν ἐντέρων ὑπόνοιαν
4. οὐκ ἂν ἐπῄνεσαν, ἀντ’ αὐτῆς δὲ τὴν ἀῤῥωστίαν τῆς γαστρὸς
5. ὅλης καὶ τῶν ἐντέρων ᾐτιάσαντο δι’ ἣν αἰτίαν βαρυνόμενα
6. ταῦτα τὰ μόρια πρὸς τῶν καταποθέντων ἀποτρίβεται διὰ
7. ταχέων αὐτά. δυνατὸν δέ ποτε καὶ διά τινας χυμοὺς δακνώδεις
8. ἐπιπολῆς ἑλκωθέντων αὐτῶν γενέσθαι τὸ πάθος, εἰ
9. καὶ μὴ μεγάλως πεπόνθοι τὰ τῆς δυνάμεως. ἀναγκαῖον γάρ
10. ἐστι καὶ τότε διεξερχομένων τῶν σιτίων ἀνιώμενα τὰ ἡλκωμένα
11. προωθεῖν αὐτὰ κάτω καὶ πέμπειν ἀφ’ ἑαυτῶν ὅτι
12. τάχιστα. τούτου δὲ διὰ πάντων τῶν μορίων γενομένου τό
13. τε τάχος ἀκολουθήσει τῆς διεξόδου καὶ τὸ μηδ’ ἀρχήν
14. τινα πέψεως εἰληφέναι. ἀλλὰ τῇ μὲν τοιαύτῃ λειεντερίᾳ
15. δήξεώς τινος αἴσθησις ἔσται. τῇ δὲ δι’ ἀῤῥωστίαν τῆς
16. κατὰ γαστρὸς καὶ τὰ ἔντερα, χωρὶς ἁπάσης ἀνιαρᾶς αἰσθήσεως
17. γίνεσθαι τὴν ὑποχώρησιν. ὑπάρχει δέ τι τοῦτο διάφορον
1. οὐ μικρὸν τῇ ἑτέρᾳ τῶν λειεντεριῶν. ἡ μὲν γὰρ ὑπὸ
2. δριμέων χυμῶν ἐξεσμένης ἐπιπολῆς τῆς τε γαστρὸς ὅλης
3. καὶ τῶν ἐντέρων γιγνομένη, εἰ μὲν ἡ κακοχυμία παύσαιτο,
4. τάχιστα θεραπεύεται διὰ τῶν στυφόντων ἐδεσμάτων τε καὶ
5. πομάτων. εἰ δ’ ἐπὶ πλείονα παραμείνῃ χρόνον, εἰς δυσεντερίαν
6. μεταπίπτει. ἡ δὲ δι’ ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως
7. ἐπὶ δυσκρασίᾳ μὲν πάντως ἐγγίνεται, ἤτοι δ’ αὐτῶν
8. ἐστι τῶν σωμάτων διάθεσις ἕξιν ἤδη τινὰ ἔχουσα δύσλυτον
9. ἢ διὰ χυμόν τινα περιεχόμενον ἐν τῇ κοιλίᾳ καὶ τοῖς
10. ἐντέροις, εἷς δὲ ἐκ τούτων τῶν χυμῶν ἐστι καὶ τὸ φλέγμα.
11. διὸ καὶ ὀξεῖαι τοῖς κάμνουσιν ἐρυγαὶ συμβαίνουσιν, ἃς ὀξυρεγμίας
12. ὀνομάζουσι, γινομένας καὶ χωρὶς φλέγματός τινος
13. ἐπὶ ψυχροτέρᾳ γαστρί. καί τισί γε τῶν λειεντεριῶν, ὅσαι
14. διὰ ψυχρότητα γίνονται, συνεισβάλλουσι μὲν ὀξυρεγμίαι, περιουσῶν
15. δὲ παύονται. κατ’ ἀρχὰς μὲν γὰρ ὀλίγον τινὰ
16. χρόνον ἐν τῇ γαστρὶ μένει τὰ σιτία, προϊόντος δὲ καὶ ἐπαυξανομένου
17. τοῦ πάθους οὐδὲ τοῦτον. ἐφ’ οἶς μὲν οὖν ὀλιγοχρόνιός
18. ἐστιν ἡ μονὴ γίνεταί τις οἷον ἀρχὴ πέψεως καὶ
1. διὰ τοῦτο ἀποτυχία. μεμαθήκαμεν δὲ τὰς διὰ ψυχρὰν αἰτίαν
2. ἀποτυχίας τῆς πέψεως ὀξυρεγμίαν ἐργαζομένας.
3. ἐφ’ οἷς δὲ οὐκ ἄρχεται πέττεσθαι τὰ σιτία τὴν ἀρχὴν,
4. οὐδὲ μεταβολή τις αὐτῶν γίνεται κατὰ ποιότητα, ὥστε
5. οὐδ’ ὀξυρεγμίαι, πλὴν εἰ μὴ φλέγμα καὶ μάλιστα ὀξὺ πλεονάζοιτο
6. κατὰ τὴν γαστέρα. διὰ τοῦτ’ οὖν ὁ Ἱπποκράτης
7. οὐχ ἁπλῶς εἶπε τὴν ὀξυρεγμίαν σημεῖον ἀγαθὸν εἶναι ταῖς
8. λειεντερίαις, ἀλλὰ πρῶτον μὲν ἐν ταῖς χρονίαις προσέθηκεν,
9. ὡς ταῖς γε ἀρχομέναις, ὡς εἴρηται, συνεισβάλλει πολλάκις,
10. εἶτα πρόσθεν οὐ γινομένη, φησίν. ὅσαι γὰρ ὑπὸ φλέγματος
11. καταψύξαντος τὴν γαστέρα γίγνονται λειεντερίαι, σύνεστιν
12. αὐταῖς ἡ ὀξυρεγμία διὰ παντὸς ὥς τι σύμπτωμα. ταῖς
13. μὲν οὖν μήτε ἀρχομέναις ἔτι μήτε διὰ φλέγμα γινομέναις
14. οὐ σύνεστιν ὀξυρεγμία, γιγνομένη δέ ποτε σημαίνει διαμένειν
15. μὲν τοσοῦτον ἤδη χρόνον ἐν τῇ γαστρὶ τὴν τροφὴν
16. ὡς ἀρχὴν μεταβολῆς λαμβάνειν, ἀναμιμνήσκεσθαι δὲ τῶν
1. οἰκείων ἔργων τὴν φύσιν. ἐμοὶ μὲν ἱκανῶς, ὡς νομίζω, πεπλήρωται
2. τὰ τῆς ἐξηγήσεως. εἰ δέ τις ἐπιστημονικῶς ἐκμαθεῖν
3. βούλεται τὰ κεφάλαια τῶν εἰρημένων, ἐν μὲν τῇ τῶν
4. φυσικῶν δυνάμεων πραγματείᾳ περὶ τῶν τῆς γαστρὸς ἔχει
5. δυνάμεων ἀποδείξεις οὐκ ὀλίγας, ἐν δὲ ταῖς τῶν συμπτωμάτων
6. αἰτίαις περὶ τῶν ταχέως ἀποκρινομένων ἁπάντων.
7. ἐπεὶ δ’ Ἐρασίστρατος ἐν τῷ δευτέρῳ περὶ κοιλίας κατεψεύσατό
8. τε τῶν ἑαυτοῦ πρεσβυτέρων, ἐτάραξέ τε καὶ συνέχει
9. τὴν ἔννοιαν τῆς λειεντερίας, ἄμεινον εἶναί μοι δοκεῖ καὶ
10. ταῦτα προσθεῖναι, καὶ πρῶτά γε αὐτὴν τὴν Ἐρασιστράτου
11. παραγράψαι ῥῆσιν ἔχουσαν οὕτως· περὶ δὲ τῆς καλουμένης
12. λειεντερίας ῥητέον. οἱ μὲν οὖν πρότερον ἰατροὶ εἰς τρία
13. μέρη διῄρουν τὸ πάθος, λειεντερίαν, δυσεντερίαν, τεινεσμόν.
14. καί τινες μὲν ἐν τοῖς ἐκκρινομένοις τὰς διαφορὰς του πάθους
15. θεωροῦντες καὶ λέγοντες. ὅτε μὲν γὰρ αἱματώδη τε
16. καὶ μυξώδη προχωροίη τὰ ἀπὸ τῆς κοιλίας, τότε μὲν δυσεντερίαν
17. τὸ πάθος ἐκάλουν. εἰ δ’ ἄπεπτα εἶεν τὰ διαχωρούμενα,
18. μεμιγμένα δὲ τοῖς αἱματώδεσί τε καὶ μυξώδεσι, λειεντερίαν,
1. ὅτε δὲ ὑπίῃ χολώδεα τοῖς αἱματώδεσι καὶ μυξώδεσι
2. μεμιγμένα, τεινεσμὸν προσηγόρευον τὸ πάθος. ταυτὶ μὲν
3. οὖν ὁ Ἐρασίστρατος εἶπεν, οὐκ οἶδα τί δόξαν αὐτῷ προσθεὶς
4. τοῖς ἀπέπτοις διαχωρήμασιν αἱματώδη τε καὶ μυξώδη.
5. τοῦτο γὰρ οὐδεὶς προσέθηκεν οὔτε τῶν κατὰ τὸν αὐτὸν
6. αὐτῷ γεγονότων χρόνων ἐπιφανεστάτων, οἶον Φιλότιμος,
7. Ἡρόφιλος, Εὔδημος, οὔτε τῶν μετ’ αὐτὸν γενομένων τις
8. ἄχρι τῶν νεωτέρων τούτων τῶν περὶ τὸν Ἀρχιγένην, οὐ
9. μὴν οὐδ’, ὡς αὐτὸς εἶπεν, οἱ πρότεροι ἰατροὶ, τουτέστιν ὅσοι
10. πρεσβύτεροι τῶν Ἐρασιστράτου χρόνων. Διοκλῆς μὲν γὰρ
11. ἐν τῷ περὶ πάθους αἰτίας θεραπείας βιβλίῳ ταῦτα γράφει·
12. τὸ δὲ τρίτον γίνεται μὲν ὡς τὰ πολλὰ ἐκ δυσεντερίας, καλεῖται
13. δὲ λειεντερία. ἕπεται δ’ αὐτῇ καὶ διαχώρησις ὑγρὰ
14. καὶ ἀφρίζουσα καὶ ὠμὴ καὶ πολλὴ καὶ ταχεῖα μετὰ τὸ
15. πιεῖν καὶ φαγεῖν. Πραξαγόρας δ’ ἐν τῷ δευτέρῳ τῶν
16. συνεδρευόντων· τοῖς δὲ λειεντερικοῖς, φησὶν, ἐπειδὴ ὄλισθον
17. ἔχει τὸ ἔντερον καὶ οὐχ ἥκιστα τὸ περὶ τὴν νῆστιν, ἀνάγκη
18. ταχέως φέρεσθαι τὰ ἀπὸ τῶν σιτίων διαχωρήματα. εἶθ’
19. ἑξῆς ὅτι τοῖς ταχέως διεξερχομένοις ἀναγκαῖόν ἐστιν ἀπέπτοις
1. εἶναι παντάπασιν, ὁ Πραξαγόρας γράφει·
2. τὸ μὲν ἰδιαίτατον τοῦ πάθους ἐν τῇ ταχείᾳ διεξόδῳ
3. τιθέμενος, τὸ δὲ μὴ πέπτεσθαι τῶν ἐξ ἀνάγκης ἀκολουθούντων
4. τι ποιούμενος. οὐ γὰρ ὅτι παντάπασιν ἄπεπτα
5. μένει τὰ σιτία, διὰ τοῦτ’ ἐκκρίνεται ταχέως, ἀλλ’ ὅτι ταχέως
6. ἐκκρίνεται, διὰ τοῦτο οὐδ’ ὅλως πέπτεσθαι, καὶ διὰ
7. τοῦτο καὶ ἡμεῖς καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν ταχεῖαν
8. διέξοδον ἀπέπτων παντάπασι τῶν σιτίων φαμὲν εἶναι
9. τὴν λειεντερίαν. οὕτως δὲ περὶ αὐτῆς ἐοίκασι γινώσκειν
10. καὶ ἄλλοι παλαιοί. ἐν μὲν γὰρ τῷ περὶ παθῶν Ἱπποκράτους,
11. εἴτ’ οὖν αὐτοῦ τοῦ Ἱπποκράτους ἐστὶ τὸ βιβλίον
12. εἴτε Πολύβου τοῦ μαθητοῦ αὐτοῦ, ταυτὶ γέγραπται περὶ
13. τῆς λειεντερίας· τὰ σιτία διαχωρέει ἄσηπτα, ὑγρὰ, ὀδύνη
14. οὐ κινέει, λεπτύνεται δὲ τὸ σῶμα. δηλονότι παλαιά τις
15. ἦν συνήθεια τούτοις τοῖς ἀνδράσιν ἄσηπτα καλεῖν ἅπερ
16. ἡμεῖς ἄπεπτα λέγομεν. ἐν δὲ τῷ διαιτητικῷ τῷ ὑγιεινῷ,
17. τῷ Ἱπποκράτει μὲν ἐπιγεγραμμένῳ καὶ αὐτῷ, τοῖς δ’ ἀποξενοῦσιν
1. αὐτὸ, τισὶ μὲν εἰς Φιλιστίωνα, τισὶ δ’ εἰς Ἀρίστωνα,
2. τισὶ δ’ εἰς Φερεκύδην ἀναφέρουσι, γέγραπται ταυτί.
3. πάσχουσι δέ τινες καὶ τοιαῦτα διαχωρέει αὐτοῖς τὸ σιτίον
4. ὑγρὸν ἄπεπτον, οὐ διὰ νόσημα, οἷον λειεντερίαν, οὐδὲ πόνον
5. οὐδένα παρέχει. οὗτοι μὲν οὖν οἱ ἄνδρες ἅπαντες Ἐρασιστράτου
6. πρεσβύτεροι, μυρίοι δ’, ὡς ἔφην, ἄλλοι πάντες κατ’
7. αὐτὸν τὸν Ἐρασίστρατον ὕστεροι γεγονότες ὡσαύτως τοῖσδε
8. περὶ τῆς λειεντερίας ἔγραψαν, ὥστ’ οὐκ οἶδ’ ὅ τι παθὼν
9. Ἐρασίστρατος καταψεύδεται τῶν πρεσβυτέρων αἱματώδη
10. καὶ μυξώδη τοῖς ἀπέπτοις μεμίχθαι λέγων ὑπολαμβάνειν
11. αὐτοὺς ἐν ταῖς λειεντερίαις.

Cliquer un n° de page pour en afficher l’image