5. Τοῖσι μελαγχολικοῖσι καὶ τοῖσι νεφριτικοῖσιν αἱμοῤῥοΐδες
6. ἐπιγινόμεναι ἀγαθόν.
8. Οὐ τῷ τῆς κενώσεως μόνον λόγῳ αἱμοῤῥοΐδες ἰῶνται
9. τὰ τοιαῦτα τῶν παθῶν, ἀλλὰ καὶ αὐτὴ ἡ ποιότης τοῦ κενουμένου.
10. παχὺ γὰρ εἰώθασιν αἱ τοιαῦται κενοῦν αἷμα
11. μεστὸν τοῦ μελαγχολικοῦ χυμοῦ, παραπλησίαν ἔχοντος ἐν
12. αἵματι δύναμιν, οἵαν περ ἐν τοῖς οἴνοις ἡ τρὺξ, ὥστ’ οὐδὲν
13. θαυμαστὸν καὶ μελαγχολίαν καὶ νεφρῖτιν ἰᾶσθαι διὰ τῶν
14. αἱμοῤῥοΐδων, ἐκκενοῦν πεφυκυιῶν τὴν οἷον ἰλὺν τοῦ αἵματος.