17. Αἱμοῤῥοΐδας ἰηθέντι χρονίας, ἢν μὴ μία διαφυλαχθῇ,
18. κίνδυνος ὕδρωπα ἐπιγενέσθαι ἢ φθίσιν.
1. Τὰς αἱμοῤῥοΐδας ἀδύνατον γενέσθαι χωρὶς τοῦ διὰ
2. πλῆθός τε καὶ πάχος αἵματος ἀναστομωθῆναί τινας φλέβας,
3. ἀποτιθεμένου τοῦ ἥπατος εἰς αὐτὰς ἰλυῶδές τε καὶ
4. μελαγχολικὸν αἷμα. ἐὰν οὖν ἀποκλείσῃ τις αὐτὸ τῆς ἐντεῦθεν
5. φορᾶς, ἅμα μὲν σκιῤῥῶδες ἐργάζεται τὸ ἧπαρ, ἅμα
6. δὲ καὶ τῷ πλήθει καὶ τῷ πάχει βαρυνόμενον ἀποσβέννυσι
7. τὴν ἐν αὐτῷ θερμασίαν, ὁμοίου τοῦ συμβαίνοντος ὄντος
8. τῷ κατὰ τὰς ἐκτὸς φλόγας, ὑφ’ ὧν κακῶς ξύλα πολλὰ σωρευθέντα
9. πνίγει τε καὶ σβέννυσι τὸ πῦρ. εἴπερ οὖν ὑπὸ
10. τῆς ἐμφύτου θερμασίας γεννᾶται τὸ αἷμα, πρόδηλον ὡς
11. οὐκέτι γεννηθήσεται σβεννυμένης αὐτῆς, ὁ δὲ ὕδερος ἀποτυχίᾳ
12. τῆς αἱματώσεως γίνεται. ἐὰν δέ ποτε δυνηθῇ τὸ
13. ἧπαρ ἀπώσασθαι τὸ πλῆθος ἐπὶ τὰς ἐν τῷ πνεύμονι φλέβας,
14. ἀγγείου ῥαγέντος ἐνταῦθα φθινώδεις γίνονται. εἰκότως
15. οὖν συμβουλεύει κἂν μίαν φυλάττειν αἱμοῤῥοΐδα, ὡς
16. διὰ ταύτης ἐκκενοῦσθαι τὴν ἰλυώδη κακοχυμίαν τοῦ ἥπατος
17. καὶ μάλιστα ἐφ’ ὧν ἐμελέτησε χρόνῳ πλείονι διὰ τούτων
18. ἐκκρίνειν αὐτὰς φλεβῶν.