2. Ὑπὸ λυγμοῦ ἐχομένῳ πταρμοὶ ἐπιγινόμενοι λύουσι
3. τὸν λυγμόν.
5. Καθάπερ αὐτὸς εἶπεν ὑπὸ πληρώσεώς τε καὶ κενώσεως
6. γίνεσθαι τὸν σπασμὸν, οὕτω καὶ τὸν λυγμόν. ὅταν οὖν
7. ὑπὸ πληρώσεως γένηται, τοὐπίπαν δὲ οὕτω συνίσταται,
8. βιαίας δεῖται κενώσεως, ἵν’ ὥσπερ μοχλευθέντα τὰ κατὰ
9. τούτων ὑγρὰ διαπνεύσῃ τε καὶ κενωθῇ. τοῦτο δὲ ὁ πταρμὸς
10. ἐργάζεται· τοὺς δὲ ἐπὶ κενώσει λυγμοὺς σπανίως ἐπιγινομένους
11. οὐκ ἰᾶται πταρμός. ὅτι δ’ ἐπὶ πληρώσει συνεχῶς
12. γίνεται λυγμὸς, ὁρᾶται κἀπὶ τῶν παιδίων λυζόντων πολλάκις,
13. ὅταν ὑπερπλησθῇ. καὶ τὸ κρύος δὲ καὶ ψύξις τῷ δυσδιάπνευστα
14. ἐργάζεσθαι πάντα τὰ νευρώδη σώματα τὴν πλήρωσιν
15. αὐτῶν ἀποτελεῖ καὶ διὰ τοῦτο λύζουσιν ἐπ’ αὐτῶν.