2. Ὑπὸ ὕδρωπος ἐχομένῳ τοῦ κατὰ τὰς φλέβας ἐν τὴν κοιλίην
3. ὕδατος ῥυέντος λύσις.
5. Ἓν καὶ τοῦτό ἐστι παράδειγμα τῶν αὐτομάτων γινομένων
6. ἐπ’ ὠφελείᾳ κενώσεων· αὐτομάτων δηλονότι λεγομένων
7. οὐ τῶν χωρὶς αἰτίας, ἀλλὰ χωρὶς τῆς ἐξ ἡμῶν αἰτίας.
8. ὅταν γὰρ δόντων ὑδραγωγὸν φάρμακον ἡ τοιαύτη κένωσις
9. γένηται, οὐκέτ’ αὐτὴν ὀνομάζομεν αὐτόματον.