2. Ὑπὸ πλευρίτιδος ἢ ὑπὸ περιπνευμονίης ἐχομένῳ διαῤῥοίη
3. ἐπιγινομένη κακόν.
5. Τοῖς πάσχουσι μορίοις οὐχ ἁπλῶς ἕτερα συμπάσχειν
6. πέφυκεν, ἀλλ’ ὅταν ἐν ἰσχυρῷ γένωνται πάθει. κατὰ τοῦτ’
7. οὖν καὶ τῷ ἥπατι παθόντι λυγμὸς μὲν ἐπιγίνεται, στομάχου
8. συμπαθόντος, βὴξ δὲ καὶ δύσπνοια τῶν ἀναπνευστικῶν
9. ὀργάνων. οὕτω γοῦν καὶ τοῖς ἀναπνευστικοῖς ὀργάνοις
10. μεγάλως κακοπραγοῦσι τὸ ἧπαρ συμπάσχει, καὶ τοῦτό γε
11. σαφῶς ἐνεδείξατο καὶ αὐτὸς ὁ Ἱπποκράτης οὐχ ἁπλῶς εἰπὼν
12. ὑπὸ πλευρίτιδος ἢ περιπνευμονίας ἐκταραχθεῖσαν τὴν
13. κοιλίαν κακὸν εἶναι σημεῖον, ἀλλὰ προσθεὶς τῷ ἐχομένῳ,
14. ὡσεὶ κατεχομένῳ καὶ βιαζομένῳ τῷ κάμνοντι πρὸς τῶν
15. τοιούτων παθῶν, εἰρήκει τὴν διάῤῥοιαν ἐπιγινομένην κακὸν
16. εἶναι σημεῖον, ἐπειδὴ τοῖς οὕτως ἔχουσι διάῤῥοια γίνεται,
17. μήθ’ ἕλκειν ἔτι καλῶς εἰς ἑαυτὸ τὴν τροφὴν δυναμένου τοῦ
1. ἥπατος μήθ’ αἱματοῦν, ἔστι δ’ ὅτε καὶ τῆς κοιλίας διαφθειρούσης
2. αὐτήν. ἐπὶ μέντοι μετρίᾳ πλευρίτιδί τε καὶ περιπνευμονίᾳ
3. διάῤῥοια ἐπιγινομένη δύναταί ποτε τῷ λόγῳ τῆς
4. κενώσεως ὠφελῆσαι καὶ μᾶλλον ὅταν φαίνηται τὰ τῆς πέψεως
5. σημεῖα τοῖς πάθεσι παρόντα καὶ οὔτε φόβος ἐστὶν,
6. ἀλλὰ καὶ ἀκινδύνως. κοινῇ δ’ ἐπὶ τούτων καὶ τῶν ἄλλων
7. ἁπάντων, ὅσα κατὰ τὸν αὐτὸν λέγεται τρόπον, ἐκείνου μεμνῆσθαι
8. προσήκει, τοῦ διὰ μηδὲν ἄλλο πρόσκαιρόν τε καὶ
9. πρόδηλον ἐπιγεγονέναι τὸ σύμπτωμα. καθάπερ γε καὶ νῦν
10. τὴν διάῤῥοιαν ἐξ ἐδέσματός τινος ἢ πόματος, ἀλλὰ τῷ λόγῳ
11. τοῦ νοσήματος. ὅσα γὰρ δι’ ἄλλο τι καὶ μὴ διὰ τὸ νόσημα
12. γέγονεν, οὐ δύναται σημαίνειν αὐτοῦ τὸ ἦθος εἴ γε συνῆφθαι
13. χρὴ κατά τι τὸ σημεῖον τῷ δηλουμένῳ πρὸ αὐτοῦ.