16. Ὀφθαλμιῶντα ὑπὸ διαῤῥοίης ληφθῆναι ἀγαθόν.
1. Οὐχ ὡς σημεῖον τοῦτο τῶν ὀφθαλμιώντων ἀγαθὸν,
2. ἀλλ’ ὡς αἴτιον παρ’ αὐτοῦ εἴρηται, διὰ τὸ τὴν πλεονεξίαν
3. τῶν χυμῶν ἐκκενοῦν τε ἅμα καὶ ἀντισπᾷν κάτω. ἔστι δ’
4. αὐτῷ καὶ τοῦτο παράδειγμα ἓν τῶν αὐτομάτως ἐπ’ ὠφελείᾳ
5. κενουμένων, ἃ χρὴ τὸν ἰατρὸν μιμεῖσθαι, ἀμέλει καὶ ποιοῦσιν
6. οὕτω πάντες ἐν ὀφθαλμίαις, τὴν γαστέρα διά τε κλυστήρων
7. καὶ καθάρσεων ὑπάγοντες.