Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 6.18, ed. Kühn, 1827, vol. 18a, p. 27-30. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:6.18


10. Κύστιν διακοπέντι ἢ ἐγκέφαλον ἢ καρδίην ἢ φρένας ἢ τῶν
11. ἐντέρων τι τῶν λεπτῶν ἢ κοιλίην ἢ ἧπαρ θανατῶδες.

13. Τὸ θανατῶδες ὄνομα πολλάκις εἴρηται ἐν ἄλλοις τε
14. καὶ κατ’ αὐτὸ τοῦτο τὸ βιβλίον, ἐπὶ τῶν ἔξ ἀνάγκης τεθνηξομένων,
15. πολλάκις δὲ τῶν ὡς ἐπὶ τὸ πολύ. διὸ καὶ νῦν
16. ἄδηλόν ἐστιν εἴτε πάντως ἀποφαίνεται θάνατον ἕπεσθαι
17. ταῖς τῶν εἰρημένων μορίων διακοπαῖς, εἴτ’ ἐπί τινων ἐγχωρεῖ
1. σωθῆναι σπανίως τὸν ἄνθρωπον. ὅτι μὲν οὖν ἡ τῆς
2. καρδίας τρῶσις ἐπιφέρει θάνατον ἐξ ἀνάγκης ἕν τι τῶν
3. ὁμολογουμένων ἐστὶν, οὐ μὴν ἐπί γε τῶν ἄλλων ὡμολόγηται
4. πᾶσα τρῶσις ἄφυκτον ἔχειν τὸν θάνατον, ἀλλ’ ἡ μεγάλη
5. τε καὶ μέχρι πάθους, ὅπερ εἰκός ἐστι σημαίνεσθαι πρὸς
6. τῆς διακοπέντι φωνῆς, ἵνα ὅ τε τῆς κύστεως χιτὼν ὅλως
7. διακοπῇ μέχρι τῆς ἐντὸς εὐρυχωρίας, ἕκαστόν τε τῶν ἄλλων.
8. ἐπὶ μὲν οὖν τῆς κύστεως ὡμολόγηται τὸ μὴ συμφύεσθαι
9. τὴν τοιαύτην τρῶσιν, ὥσπερ γε καὶ τοῦ νευρώδους
10. τῶν φρενῶν καὶ τῶν λεπτῶν ἐντέρων. ἐπὶ δὲ τῆς
11. κοιλίας ἀμφισβητεῖται. τινὲς γὰρ σεσῶσθαί φασιν
12. ἐπ’ αὐτῇ σπανίως τοὺς τρωθέντας. ἥπατος δὲ οὐ μόνον
13. τρῶσιν βαθεῖαν ἐπὶ τῶν λοβῶν γινομένην θεραπεύεσθαί
14. φασιν, ἀλλὰ καὶ λοβὸν ἀποτμηθέντα. ἴσμεν δ’ ὅτι κἀν τῷ
15. περὶ τῶν ὀλεθρίων τραυμάτων ἔνια τῶν εἰρημένων ἐπιχειρεῖ
16. θεραπεύειν ὁ γράψας τὸ βιβλίον. τό γε μὴν ἀκόλλητον
17. μένειν τὴν διακοπὴν αὐτῶν, ἐπὶ μὲν τῆς καρδίας τε καὶ
18. τοῦ διαφράγματος ἐκ τῆς διηνεκοῦς τῶν μορίων γίνεται
1. κινήσεως, ἐπὶ δὲ τῆς κύστεως ὅτι νευρώδης καὶ λεπτὴ καὶ
2. ἄναιμος ἀμέλει καὶ τὸν τράχηλον αὐτῆς ὁρῶμεν ὁσημέραι
3. θεραπευόμενον ἐν ταῖς λιθοτομίαις, ἐπειδὴ σαρκώδης ἐστί.
4. τὸ δ’ ἧπαρ αἱμοῤῥαγικὰς ἔχει τὰς τρώσεις, καὶ διὰ τοῦτο
5. ἀποθνήσκειν φθάνουσιν οἱ τρωθέντες οὕτως, πρὶν αὐτὸ κολληθῆναι.
6. τὸ δ’ οὕτως εἶπον, ἵνα καὶ φλέψ τις διακοπῇ,
7. διὰ τοῦτ’ οὖν οὔτε οἱ τὰς ἐπιπολῆς αὐτοῦ τρώσεις ἰᾶσθαι
8. λέγοντες οὔτε οἱ τοὺς λοβοὺς ἀφῃρηκέναι δοκοῦσιν ἀληθεύειν.
9. ἐγκέφαλον δὲ τρωθέντα πολλάκις εἴδομεν ἰαθέντα καὶ ἅπαξ
10. ἐν τῇ κατὰ τὴν Ἰωνίαν Σμύρνῃ, ἔτι γε τοῦ διδασκάλου
11. Πέλοπος ζῶντος, ἐπ’ ἀξιολόγῳ τῇ τρώσει. τουτὶ μὲν οὖν
12. τῶν πάνυ σπανίων ἐστὶν, ἀληθὲς δὲ τὸ τὰς μεγάλας τρώσεις
13. οἵας περ ἔοικεν ὁ Ἱπποκράτης ὀνομάζειν διακοπὰς ἐπιφέρειν
14. θάνατον. αἵ γε μὴν ἄχρι τινὸς τῶν ἐν αὐτῷ κοιλιῶν
15. τρώσεις ὁμολογοῦνται πᾶσι θάνατον ἐπιφέρειν. ἡ δὲ τῶν
16. λεπτῶν ἐντέρων φύσις καὶ μᾶλλόν γε ἡ τῆς κοιλίας οὐκ ὀλίγον
17. μετέχει τῆς σαρκώδους οὐσίας, καὶ διὰ τοῦτο ἐπιπολῆς
1. μὲν τρωθέντα κολλᾶται πολλάκις, ὅλα δὲ διακοπέντα μέχρι
2. τῆς ἔσω κοιλίας ἐν τῷ σπανιωτάτῳ. οὐ τοῦτο δέ μοι δοκεῖ
3. διὰ τὴν οὐσίαν αὐτῶν, ἀλλ’ ὅτι φάρμακον ἐπιθεῖναι, καθάπερ
4. τοῖς ἔξω τραύμασιν οὐ δυνάμεθα. διὸ καὶ διὰ τῶν
5. καταπινομένων ἐπιχειρεῖ θεραπεύειν τὴν κοιλίαν ὁ περὶ
6. τῶν ὀλεθρίων τραυμάτων γράψας, εἴτ’ αὐτὸς ὁ Ἱπποκράτης
7. εἴτ’ ἄλλος τις ἕτερος.

Cliquer un n° de page pour en afficher l’image