14. Οἷσι ῥῖνες ὑγρότεραι φύσει καὶ ἡ γονὴ ὑγροτέρη, ὑγιαίνουσι
15. νοσηρότερον, οἷσι δὲ τἀναντία, ὑγιεινότερον.
1. Ἐν μὲν ταῖς ξηροτέραις φύσει κράσεσιν οὐδὲν ὅλως
2. ἐρεῖ διὰ τῶν ῥινῶν ἐξ ἐγκεφάλου περίττωμα σαφὲς οὐδ’
3. αἰσθητὸν, ὥσπερ οὐδὲ διὰ τοῦ δέρματος ἱδρὼς, ἀλλ’ ἡ καλουμένη
4. πρὸς τῶν ἰατρῶν ἄδηλος διαπνοὴ τὰ λελεπτυσμένα
5. τῶν περιττωμάτων ἀτμοειδῶς ἐκκενοῖ. ταῖς δ’ ὑγροτέραις
6. φύσεσιν αἰσθητὰ γίνεται περιττώματα καὶ μάλιστα κατὰ
7. τὸν ἐγκέφαλον, ὅτι φύσει ψυχρότερός ἐστι. ταῖς δ’ αὐταῖς
8. ταύταις καὶ τὴν γονὴν, τουτέστι τὸ σπέρμα, γίνεσθαί φησιν
9. ὑγροτέραν ὥσπερ καὶ ἐν ταῖς ξηροτέραις ἀναλισκομένης τῆς
10. ὑδατώδους ὑγρότητος, παχύτερόν τε καὶ ξηρότερόν
11. ἐστι τὸ σπέρμα. τοὺς οὖν ὑγροτέρους, εἴτ’ οὖν μόνον τὸν
12. ἐγκέφαλον εἴτε καὶ τὸ σύμπαν σῶμα τὴν ὑγιεινὴν διαγωγὴν
13. οὐκ ἄμεμπτον ἔχειν συμβέβηκεν, ἀλλὰ κατάῤῥοις τε συνεχῶς
14. ἐπὶ σμικραῖς αἰτίαις ἁλίσκεσθαι, κἂν δι’ ὑπερώας αὐτοῖς
15. κάτω ῥέπῃ τὸ περίττωμα, κακοῦσθαι τὰ ὑποκείμενα φάρυγγα
16. καὶ λάρυγγα καὶ τραχεῖαν ἀρτηρίαν καὶ πνεύμονα
17. καὶ στόμαχον καὶ γαστέρα καὶ βῆχάς τε αὐτοῖς γίνεσθαι
18. καὶ δυσπνοίας καὶ συνάγχας, ἀπεψίας τε καὶ διαῤῥοίας.
1. ἔστι δ’ ὅτε καὶ δυσεντερίας, ὅταν ἁλμυρώτερόν πως γένηται
2. τὸ καταῤῥέον, ἀναγκαῖόν ἐστιν. εἴρηται δ’ αὐτῷ κἀν τῷ
3. περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων βιβλίῳ περὶ τούτων,
4. ὥσπερ γε κἀν τοῖς περὶ νούσων τε καὶ παθῶν.