5. Ἢν ἐς τὴν κοιλίην αἷμα ἐκχυθῇ παρὰ φύσιν, ἀνάγκη
6. ἐκπυηθῆναι.
8. Τινὲς μὲν χωρὶς ἄρθρου γράφουσιν ἢν ἐς κοιλίην αἷμα
9. ἐκχυθῇ, βουλόμενοι πᾶσαν δηλοῦσθαι κοιλότητα. μαρτυρεῖ
10. γ’ αὐτοῖς ἡ τοῦ παρὰ φύσιν προσθήκη, τοιοῦτόν τι δι’ αὐτῆς
11. ἐνδεικνυμένου τοῦ Ἱπποκράτους· ἐὰν ἐκχυθῇ ποτε τῆς
12. οἰκείας κοιλότητος τὸ αἷμα καὶ εἰς ἑτέραν κοιλότητα ἡντιναοῦν
13. ἀφίκηται, μένειν αἵματι τούτῳ παντάπασιν ἀμήχανον.
14. οὕτω γοῦν καὶ κατὰ τὰς φλεγμονὰς καὶ τὰς ἐκχυμώσεις
15. ὀνομαζομένας φαίνεται γιγνόμενον ἐπὶ μὲν τῶν φλεγμονῶν
16. κατὰ μικρὰ διασπειρομένου τοῦ αἵματος εἰς τὰς λόγῳ
17. θεωρητὰς ἐν ταῖς μυσὶ κοιλότητας, ἐπὶ δὲ τῶν ἐκχυμώσεων
18. εἰς τὰς περικειμένας χώρας τοῖς ἀγγείοις ἐκχεομένου.
1. τὸ δ’ ἐκπυηθῆναι κακῶς εἴρηται μιᾶς μεταβολῆς ὄνομα
2. ὑπάρχον. διὸ καί τινες εἰς τὸ γενικώτερον αὐτὸ μεταλαμβάνουσιν
3. εἰς τὸ φθαρῆναι, τοῦτο σημαίνεσθαι λέγοντες ὑπ’
4. αὐτοῦ. καὶ γὰρ οὕτω φαίνεται γιγνόμενον ὡς μὴ διαμένειν
5. αἷμα τὸ τῆς κατὰ φύσιν χώρας ἐκπεσὸν, ἀλλὰ ποτὲ μὲν
6. ἐκπυΐσκεσθαι, ποτὲ δὲ μελαίνασθαι, ποτὲ δὲ θρομβοῦσθαι,
7. καὶ μάλισθ’ ὅταν εἰς μεγάλην κοιλότητα ἐκπέσῃ παρὰ φύσιν.