10. Τοῖσι μαινομένοισι κιρσῶν ἢ αἱμοῤῥοΐδων ἐπιγινομένων
11. τῆς μανίης λύσις.
13. Ἐνταῦθα μανίαν τὴν κυρίως μελαγχολίαν καλεῖ, οὐχὶ
14. τὴν ἀπὸ χολῆς. κιρσὸς γάρ ἐστιν ἀνεύρεσις τῶν φλεβῶν
15. τῶν ἐν τοῖς μηροῖς καὶ σκέλεσιν ἀπὸ παχέος καὶ μελαγχολικοῦ
16. γενόμενος αἵματος, ὥστε ὠθούσης τῆς φύσεως εἰς
17. ἀκυρώτερα μόρια τοὺς τὴν μανίαν ἐργαζομένους χυμοὺς
1. καὶ μάλισθ’ ὅταν ὦσι μελαγχολικοὶ καὶ παχεῖς, ἥ τε τῶν
2. εἰρημένων παθῶν ἕπεται γένεσις, ἥ τε τῆς μανίας λύσις.