5. Ὁκόσα ῥήγματα ἐκ τοῦ νώτου ἐς τοὺς ἀγκῶνας καταβαίνει,
6. φλεβοτομία λύει.
8. Κάλλιον ἔνιοι γράφουσιν ὁκόσα ἀλγήματα. τὸ γάρ τοι
9. ῥῆγμα μεταβαίνειν αὐτὸ τῶν ἀδυνάτων ἐστὶν, εἴ γε δὴ
10. διασπωμένου τε καὶ ῥηγνυμένου κατὰ τὸ σαρκῶδες αὐτοῦ
11. μορίου τοῦ μυὸς γίνεται τὸ ῥῆγμα. φαίνεται γοῦν ἐνίοτε
12. πάνυ σαφῶς ἀθροιζόμενον ἐν τῇ τῆς ῥήξεως χώρᾳ τὸ αἷμα
13. καὶ ἡ ἴασις ἐν τῷ διαφορῆσαι τοῦτο κεῖται. τὰ δ’ ἄλλα
14. τὰ κατὰ τὸν νῶτον ἀλγήματα μεθιστάμενα καταῤῥέων ἐργάζεται
15. χυμὸς, ἐνίοτε μὲν καὶ μόνος, ὡς τὰ πολλὰ δὲ καὶ
16. μετὰ φυσώδους καὶ παχέος πνεύματος, ὃν ἐκλαμβάνειν τε
17. χρὴ καὶ κενοῦν διὰ τῆς κατ’ ἀγκῶνα φλεβοτομίας, ὅταν
18. ἐνταῦθα φανεῖται ῥέων· αὐτὸς γὰρ ἐκέλευσε κατὰ τὰς ῥοπὰς
1. τῶν χυμῶν τὰς κενώσεις ποιεῖσθαι. ταὐτὸ δὲ σημαίνει
2. καὶ ἥδε ἡ λέξις, ἀκτέα γὰρ ᾗ ῥέπει, διὰ τῶν συμφερόντων
3. χωρίων. εἰ δὲ περὶ τῶν ῥηγμάτων ὁ λόγος αὐτῷ γέγραπται
4. τὰ κατὰ συμπάθειαν ἀλγήματα γινόμενα ἀκουστέον εἰρῆσθαι
5. καταβαίνειν εἰς τοὺς ἀγκῶνας, οὐκ αὐτὴν τὴν διαίρεσιν τοῦ
6. σαρκώδους μορίου. καὶ μέντοι καὶ ὠφελεῖσθαι δυνατόν
7. ἐστιν ὑπὸ τῆς φλεβοτομίας τὰ τοιαῦτα τῷ κοινῷ λόγῳ
8. τῆς κενώσεως.